Το Ευαγγέλιο της Κυριακής ( Λουκ. ι΄ 25-37)
25. | Και ιδού νομικός τις ανέστη εκπειράζων αυτόν και λέγων· διδάσκαλε, τι ποιήσας ζωήν αιώνιον κληρονομήσω; |
26. | ο δε είπε προς αυτόν· εν τω νόμω τι γέγραπται; πως αναγινώσκεις; |
27. | ο
δε αποκριθείς είπεν· αγαπήσεις Κύριον τον Θεόν σου εξ όλης της καρδίας
σου και εξ όλης της ψυχής σου και εξ όλης της ισχύος σου και εξ όλης της
διανοίας σου, και τον πλησίον σου ως εαυτόν. |
28. | είπε δε αυτώ· ορθώς απεκρίθης· τούτο ποίει και ζήση. |
29. | ο δε θέλων δικαιούν εαυτόν είπε προς τον Ιησούν· και τις εστί μου πλησίον; |
30. | υπολαβών
δε ο Ιησούς είπεν· άνθρωπος τις κατέβαινεν από Ιερουσαλήμ εις Ιεριχώ,
και λησταίς περιέπεσεν· οι και εκδύσαντες αυτόν και πληγάς επιθέντες
απήλθον αφέντες ημιθανή τυγχάνοντα. |
31. | κατά συγκυρίαν δε ιερεύς τις κατέβαινεν εν τη οδώ εκείνη, και ιδών αυτόν αντιπαρήλθεν. |
32. | ομοίως δε και Λευΐτης γενόμενος κατά τον τόπον, ελθών και ιδών αντιπαρήλθε. |
33. | Σαμαρείτης δε τις οδεύων ήλθε κατ΄ αυτόν, και ιδών αυτόν εσπλαγχνίσθη, |
34. | και
προσελθών κατέδησε τα τραύματα αυτού επιχέων έλαιον και οίνον,
επιβιβάσας δε αυτόν επί το ίδιον κτήνος ήγαγεν αυτόν εις πανδοχείον και
επεμελήθη αυτού· |
35. | και
επί την αύριον εξελθών, εκβαλών δύο δηνάρια έδωκε τω πανδοχεί και είπεν
αυτώ· επιμελήθητι αυτού, και ό,τι αν προσδαπανήσης, εγώ εν τω
επανέρχεσθαί με αποδώσω σοι |
36. | τις ουν τούτων των τριών πλησίον δοκεί σοι γεγονέναι του εμπεσόντος εις τους ληστάς; |
37. | ο δε είπεν· ο ποιήσας το έλεος μετ΄ αυτού. είπεν ουν αυτώ ο Ιησούς· πορεύου και συ ποίει ομοίως. |
Ο Απόστολος της Κυριακής (Εβρ. ζ΄26 -η΄2)
26. | Τοιοῦτος
γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ
τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, |
27. | ὃς
οὐκ ἔχει καθ΄ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν
ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν
ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. |
28. | ὁ
νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ
τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. |
1. | Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις. τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, |
2. | τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, |