Το Ευαγγέλιο της Κυριακής (Λουκ. ιη΄18 -27)
18. | Και επηρώτησέ τις αυτόν άρχων λέγων· διδάσκαλε αγαθέ, τι ποιήσας ζωήν αιώνιον κληρονομήσω; |
19. | είπε δε αυτώ ο Ιησούς· τι με λέγεις αγαθόν; ουδείς αγαθός ει μη εις ο Θεός. |
20. | τας εντολάς οίδας· μη μοιχεύσης, μη φονεύσης, μη κλέψης, μη ψευδομαρτυρήσης, τίμα τον πατέρα σου και την μητέρα σου. |
21. | ο δε είπε· ταύτα πάντα εφυλαξάμην εκ νεότητός μου. |
22. | ακούσας δε ταύτα ο Ιησούς είπεν αυτώ· έτι εν σοι λείπει· πάντα όσα έχεις πώλησον και διάδος πτωχοίς, και έξεις θησαυρόν εν ουρανώ, και δεύρο ακολούθει μοι. |
23. | ο δε ακούσας ταύτα περίλυπος εγένετο· ην γαρ πλούσιος σφόδρα. |
24. | ιδών δε αυτόν ο Ιησούς περίλυπον γενόμενον είπε· πως δυσκόλως οι τα χρήματα έχοντες εισελεύσονται εις την βασιλείαν του Θεού! |
25. | ευκοπώτερον γαρ εστί κάμηλον δια τρυμαλιάς ραφίδος εισελθείν ή πλούσιον εις την βασιλείαν του Θεού εισελθείν. |
26. | είπον δε οι ακούσαντες· και τις δύναται σωθήναι; |
27. | ο δε είπε· τα αδύνατα παρά ανθρώποις δυνατά παρά τω Θεώ εστίν. |
Ο Απόστολος της Κυριακής (Εφεσ. β΄14-27)
14. | αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, |
15. | τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, |
16. | καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· |
17. | καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, |
18. | ὅτι δι΄ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. |
19. | ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, |
20. | ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, |
21. | ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· |
22. | ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. |