Πρόσχωμεν ἑαυτοῖς, μή ποτε τὴν στενὴν καὶ τεθλιμμένην λέγοντες ὁδεύειν ὁδὸν, τὴν πλατεῖαν καὶ εὐρύχωρον κατέχοντες, ἐπλανήθημεν. Στενὴν ὁδὸν ἐμφανίσει σοι θλῖψις κοιλίας, στάσις παννύχιος, μέτρον ὕδατος, ἄρτου ἔνδεια ' ἀτιμίας πόμα καθάρσιον, μυκτηρισμοὶ, καταγέλωτες, ἐμπαιγμοί,ἐκκοπή θελημάτων οἰκείων, προσκρούσεων ὑπομονή, περιφρονήσεως ἀγογγυσία, ὕβρεων βία ' ἀδικούμενον ὑπομένειν ἰσχυρῶς, καταλαλούμενον μὴ ἀγανακτεῖν, ἐξουθενούμενον μὴ ὀργίζεσθαι, κατακρινόμενον ταπεινοῦσθαι ' μακάριοι οἱ τὴν προειρημένην ὁδὸν πορευόμενοι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ἁγίου Ἰωάννου τοῦ Σιναΐτου, Κλῖμαξ, Λόγος Β', Περὶ ἀπροσπαθείας, ιγ, ἔκδοσις Ἱερᾶς Μονῆς Παρακλήτου, 9η ἔκδοσις, Ὠρωπός Ἀττικῆς 2002, σελ.53.