Σάββατο 30 Οκτωβρίου 2010

Ο Απόστολος της Κυριακής ( Εφεσ. β΄ 4 - 10 )

Bookmark and Share
Εφεσ. β΄ 4 - 10
4.ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,
5.καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσωσμένοι·
6.καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ,
7.ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ΄ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.
8.τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον,
9.οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.
10.αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
Related Posts Plugin for WordPress, Blogger...

Οι αναρτήσεις στο ¨Παζλ Ενημέρωσης¨

Παζλ Ενημέρωσης