Α΄ Κορ. ιστ΄ 13 - 24
| 13. | Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει,ἀνδρίζεσθε, κραταιοῦσθε. |
| 14. | πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. |
| 15. | Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· |
| 16. | ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. |
| 17. | χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· |
| 18. | ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. |
| 19. | Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ΄ οἶκον αὐτῶν ἐκκλησίᾳ. |
| 20. | ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. |
| 21. | Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. |
| 22. | εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. μαρὰν ἀθᾶ. |
| 23. | Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ΄ ὑμῶν. |
| 24. | ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν. |