 Το Ευαγγέλιο της Κυριακής ( Λουκ. ιθ΄ 1 - 10 )
 
 Το Ευαγγέλιο της Κυριακής ( Λουκ. ιθ΄ 1 - 10 )  
| 1. | Καὶ εἰσελθὼν διήρχετο τὴν Ἱεριχώ· | 
         | 2. | καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, | 
         | 3. | καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 
 | 
         | 4. | καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. | 
         | 5. | καὶ
  ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς  
αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ  με  
μεῖναι. | 
         | 6. | καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. | 
         | 7. | καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι, | 
         | 8. | σταθεὶς
  δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου,  
Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ  τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι  
τετραπλοῦν. | 
         | 9. | εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. | 
         | 10. | ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ  ἀπολωλός. | 
Ο Απόστολος  της Κυριακής ( Εβρ. ζ΄ 26 - η΄ 2)
| 26. | Τοιοῦτος
 γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ 
τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, | 
        | 27. | ὃς
 οὐκ ἔχει καθ΄ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν 
ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν
 ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. | 
        | 28. | ὁ
 νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ 
τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. | 
| 1. | Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις. τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, | 
        | 2. | τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, |