ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ -   Β΄ΝΗΣΤΕΙΩΝ (ΓΡ. ΠΑΛΑΜΑ) 
Μάρκ. β΄1 -12 

 
| 1. | Καί εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ δι΄  ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. | 
         | 2. | καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι  χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. | 
         | 3. | καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν  φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων· | 
         | 4. | καὶ  μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν  ὄχλον, ἀπεστέγασαν τὴν στέγην  ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν  κράβαττον, ἐφ΄ ᾧ ὁ παραλυτικὸς  κατέκειτο. | 
         | 5. | ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ  παραλυτικῷ· τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. | 
         | 6. | ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ  καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· | 
         | 7. | τί οὗτος οὕτω λαλεῖ βλασφημίας; τίς  δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; | 
         | 8. | ὃ  καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι  αὐτοῦ ὅτι οὕτως αὐτοὶ  διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· τί ταῦτα  διαλογίζεσθε ἐν ταῖς  καρδίαις ὑμῶν; | 
         | 9. | τί  ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ  παραλυτικῷ, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ  εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν  κράβαττόν σου καὶ περιπάτει; | 
         | 10. | ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ  ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας -λέγει τῷ παραλυτικῷ· | 
         | 11. | σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν  σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. | 
         | 12. | καὶ  ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράβαττον  ἐξῆλθεν ἐναντίον παντων, ὥστε  ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν  λέγοντας ὅτι οὐδέποτε οὕτως  εἴδομεν. | 
Ο ΑΠΟΣΤΟΛΟΣ ΤΗΣ ΚΥΡΙΑΚΗΣ  ( ΓΡ. ΠΑΛΑΜΑ) 
 Εβρ. α΄ 10 -  β΄ 3
Εβρ. α΄ 10 -  β΄ 3 
| 10. | καί· σὺ κατ΄ ἀρχάς, Κύριε, τὴν γῆν  ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· | 
         | 11. | αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ  πάντες ὡς ἱμάτιον παλαιωθήσονται | 
         | 12. | καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ  ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. | 
         | 13. | πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε·  κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, | 
         | 14. | οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς  διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; | 
| 1. | Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν  τοῖς ἀκουσθεῖσι, μή ποτε παραρρυῶμεν. | 
         | 2. | εἰ γὰρ ὁ δι΄ ἀγγέλων λαληθεὶς λόγος  ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον  μισθαποδοσίαν, | 
         | 3. | πῶς  ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης  ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα  λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ  τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, |