Ο Απόστολος της Κυριακής- ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ
Εβρ. ια΄ 24 -26 κ  32 -40 
| 24. | Πίστει Μωϋσής μέγας γενόμενος ηρνήσατο λέγεσθαι υιός θυγατρός Φαραώ, | 
| 25. | μάλλον ελόμενος συγκακουχείσθαι τω λαώ του Θεού ή πρόσκαιρον έχειν αμαρτίας απόλαυσιν, | 
| 26. | μείζονα πλούτον ηγησάμενος των Αιγύπτου θησαυρών τον ονειδισμόν του Χριστού· απέβλεπε γαρ εις την μισθαποδοσίαν. | 
| 32. | Και τι έτι λέγω; επιλείψει γαρ με διηγούμενον ο χρόνος περί Γεδεών, Βαράκ τε και Σαμψών και Ιεφθάε, Δαυΐδ τε και Σαμουήλ και των προφητών, | 
| 33. | οι δια πίστεως κατηγωνίσαντο βασιλείας, ειργάσαντο δικαιοσύνην, επέτυχον επαγγελιών, έφραξαν στόματα λεόντων, | 
| 34. | έσβεσαν δύναμιν πυρός, έφυγον στόματα μαχαίρας, ενεδυναμώθησαν από ασθενείας, εγενήθησαν ισχυροί εν πολέμω, παρεμβολάς έκλιναν αλλοτρίων· | 
| 35. | έλαβον γυναίκες εξ αναστάσεως τους νεκρούς αυτών· άλλοι δε ετυμπανίσθησαν, ου προσδεξάμενοι την απολύτρωσιν, ίνα Κρείττονος αναστάσεως τύχωσιν· | 
| 36. | έτεροι δε εμπαιγμών και μαστίγων πείραν έλαβον, έτι δε δεσμών και φυλακής· | 
| 37. | ελιθάσθησαν, επρίσθησαν, επειράσθησαν, εν φόνω μαχαίρας απέθανον, περιήλθον εν μηλωταίς, εν αιγείοις δέρμασιν, υστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, | 
| 38. | ων ουκ ην άξιος ο κόσμος, εν ερημίαις πλανώμενοι και όρεσι και σπηλαίοις και ταις οπαίς της γης. | 
| 39. | Και ούτοι πάντες μαρτυρηθέντες δια της πίστεως ουκ εκομίσαντο την επαγγελίαν, | 
| 40. | του Θεού περί ημών κρείττόν τι προβλεψαμένου, ίνα μη χωρίς ημών τελειωθώσι. | 
Το Ευαγγέλιο της Κυριακής - ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ
Ιωάν. α΄ 44 -52
| 44. | Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. | 
| 45. | ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. | 
| 46. | εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. | 
| 47. | καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. | 
| 48. | εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. | 
| 49. | λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. | 
| 50. | ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. | 
| 51. | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. | 
| 52. | καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ΄ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. |