Σάββατο 3 Μαρτίου 2012

Το Ευαγγέλιο και ο Απόστολος της Α΄ Κυριακής των Νηστειών ( Κυριακή της Ορθοδοξίας).

Ο Απόστολος της Κυριακής- ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ

Εβρ. ια΄ 24 -26 κ  32 -40

24.Πίστει Μωϋσής μέγας γενόμενος ηρνήσατο λέγεσθαι υιός θυγατρός Φαραώ,
25.μάλλον ελόμενος συγκακουχείσθαι τω λαώ του Θεού ή πρόσκαιρον έχειν αμαρτίας απόλαυσιν,
26.μείζονα πλούτον ηγησάμενος των Αιγύπτου θησαυρών τον ονειδισμόν του Χριστού· απέβλεπε γαρ εις την μισθαποδοσίαν.

32.Και τι έτι λέγω; επιλείψει γαρ με διηγούμενον ο χρόνος περί Γεδεών, Βαράκ τε και Σαμψών και Ιεφθάε, Δαυΐδ τε και Σαμουήλ και των προφητών,
33.οι δια πίστεως κατηγωνίσαντο βασιλείας, ειργάσαντο δικαιοσύνην, επέτυχον επαγγελιών, έφραξαν στόματα λεόντων,
34.έσβεσαν δύναμιν πυρός, έφυγον στόματα μαχαίρας, ενεδυναμώθησαν από ασθενείας, εγενήθησαν ισχυροί εν πολέμω, παρεμβολάς έκλιναν αλλοτρίων·
35.έλαβον γυναίκες εξ αναστάσεως τους νεκρούς αυτών· άλλοι δε ετυμπανίσθησαν, ου προσδεξάμενοι την απολύτρωσιν, ίνα Κρείττονος αναστάσεως τύχωσιν·
36.έτεροι δε εμπαιγμών και μαστίγων πείραν έλαβον, έτι δε δεσμών και φυλακής·
37.ελιθάσθησαν, επρίσθησαν, επειράσθησαν, εν φόνω μαχαίρας απέθανον, περιήλθον εν μηλωταίς, εν αιγείοις δέρμασιν, υστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
38.ων ουκ ην άξιος ο κόσμος, εν ερημίαις πλανώμενοι και όρεσι και σπηλαίοις και ταις οπαίς της γης.
39.Και ούτοι πάντες μαρτυρηθέντες δια της πίστεως ουκ εκομίσαντο την επαγγελίαν,
40.του Θεού περί ημών κρείττόν τι προβλεψαμένου, ίνα μη χωρίς ημών τελειωθώσι.


Το Ευαγγέλιο της Κυριακής - ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ 

 Ιωάν. α΄ 44 -52

44.Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι.
45.ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
46.εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
47.καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.
48.εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι.
49.λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
50.ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.
51.ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει.
52.καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ΄ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
Related Posts Plugin for WordPress, Blogger...

Οι αναρτήσεις στο ¨Παζλ Ενημέρωσης¨

Παζλ Ενημέρωσης