Σοφόν τι χρῆμα ζωγράφων χείρ, καὶ δεινὴ μὲν μιμήσασθαι τὴν ἀλήθειαν, δεινὴ δὲ τῶν πραγμάτων ἐναργῆ παραστῆσαι τὰ σύμβολα. Σοφώτερον δὲ ἄρα λόγος, καὶ πολλῷ γραφικῆς ἐναργέστερον δεῖξαί σε ὃ βούλεται καὶ ὑπ᾿ ὀφθαλμοὺς προθεῖναι τὸ πρᾶγμα, ὅσῳ καὶ πλέον διερεθίζειν οἶδε πρὸς μίμησιν καὶ ζήλου τι κέντρον ταῖς ψυχαῖς ἐνιέναι καὶ πρὸς τὰ ἴσα διανιστᾶν. Αὐτίκα γοῦν ὁ τὸν κατὰ Θεὸν πολιτευσάμενος βίον, τῷ λόγῳ διατυπούμενος, πολλοὺς ἂν ἐφελκύσηται καὶ παρακαλέσῃ πρὸς ἀρετὴν καὶ ὅλως πρὸς τὸν ὅμοιον διαθερμανεῖ ζῆλον, ὥσπερ δὴ καὶ ὁ τοῦ θείου Πατρὸς Νικολάου, καὶ τούτῳ γε μᾶλλον εἴπερ τινός, ὅσῳ καὶ ἀκοὴν πλέον ἡδύνει καὶ ψυχὴν εὐφραίνει καὶ πρὸς τὴν τῶν καλῶν ἐργασίαν διανιστᾷ. Τὰ τούτου τοίνυν καὶ διηγητέον ἡμῖν καὶ περιληπτέον τῷ λόγῳ εἰς δύναμιν, καὶ πάλαι μὲν ὄντα γνώριμα τοῖς πολλοῖς καὶ οὐδεμιᾶς δεόμενα ἱστορίας· πλὴν ἀλλ᾿ ὅσον ἀναλαβεῖν αὐτὰ καὶ εἰς μνήμην εἰσενεγκεῖν καὶ τὰς τῶν φιλαρέτων ἡδῦναι ψυχάς.
Τῷ μεγάλῳ τοιγαροῦν καὶ θαυμασίῳ τούτῳ Πατρί, Πάταρα μὲν ἡ πατρίς, πόλις Λυκίας καὶ τῶν ἐπιφανῶν πρότερον. Πατέρες δέ, τὰ μὲν εἰς γένος, τῶν εὖ γεγονότων· οὐσίαν δὲ αὐτάρκη, καὶ ὅση μὴ περιττή, κεκτημένοι, ἄγευστοι κοσμικῆς δόξης καὶ φαντασίας γενόμενοι καὶ τῷ παιδὶ καλὸς τύπος πρὸς ἀκτησίαν ἐσόμενοι, περὶ μόνον σχολάζοντες τὸ ἀγαθὸν καὶ τοῦτο ἐκ παντὸς τρόπου μεταδιώκοντες. Οὗτοι παρὰ τὰς διεξόδους τῶν ὑδάτων τῆς εὐσεβείας πεφυτευμένοι, ὁμοῦ τε καρπὸν ἐν καιρῷ διδοῦσι τὸν θεῖον Νικόλαον, καὶ ὁμοῦ πεδεῖται τὰς ὠδῖνας ἡ μήτηρ, ἄγονος ἐξ ἐκείνου καὶ ἄτεκνος τὸ λοιπὸν μείνασα, οἱονεὶ τῆς φύσεως διομολογούσης, τὸ μὴ δύνασθαι τοιοῦτον ἄλλον προσενεγκεῖν. Ἀλλὰ τοῦτον δὴ πρῶτον ἅμα καὶ τελευταῖον ἡ μήτηρ τὸν εὐγενῆ κλάδον εἰς φῶς ἀγαγοῦσα, πολυειδῆ ὅμως μετὰ τοῦ συζύγου τῷ πνεύματι δέδωκε τὸν καρπόν, τὸν τῶν ἀρετῶν σωρόν, τὴν τῶν ἀγαθῶν θάλασσαν, τὴν καλὴν ὄντως εὐπαιδείαν πλουτήσαντες, τὸν θαυμαστὸν τοῦτον, φημί, Νικόλαον. Ἐκ τοιούτων δὲ γεννηθείς, δεῖγμα τῆς πρὸς τὸν Βαπτιστὴν οἰκειότητος, τὴν τῆς γεννησαμένης παρῆψε στείρωσιν· ὅτι ὁ μέν, διαλύει μητρὸς ὠδῖνας τεχθείς, οὗτος δέ, κλείει τὸ ἔμπαλιν. Ἐπειδὴ δὲ καὶ θηλάζειν αὐτὸν κατὰ βρέφος ἐχρῆν, καὶ τῷ μητρῴῳ παρακεῖσθαι μαζῷ, ἐπισημαίνεται κἀνταῦθα Θεός, ὁποῖός τις ἔσται Νικόλαος, ἤδη φρονοῦσαν ἡλικίαν ἀπολαμβάνων. Ὅλης μὲν γὰρ ἑβδομάδος, ὅσα καὶ βρέφος τῇ θηλῇ ἐχρῆτο· ἐπειδὴ δὲ ἡ Τετρὰς τῶν ἡμερῶν καὶ ἡ Παρασκευὴ καταλάβοι, ἅπαξ ἐν ἑκατέρᾳ τούτων γάλακτος μετελάμβανε· καὶ ταῦτα, μετὰ τὸν τῆς ἑσπέρας καιρόν, ὑπὸ κανόνι τελείῳ καὶ πρὸ τῆς παιδικῆς τιθηνούμενος ἡλικίας, τὸ πρὸς ἐγκράτειαν οἰκείως ἔχειν ὑποφαίνων ἐκ προοιμίων.
Οὕτω τοιγαροῦν ἀναγόμενος, καὶ τὰ χρηστὰ τῶν ἠθῶν, τὰ μὲν ἐξ αὐτῶν ἐκείνων τῶν πατέρων ἀποματτόμενος, τὰ δὲ φύων καὶ γεωργῶν αὐτὸς οἴκοθεν, ὥς περ τις ἀγαθὴ γῆ καὶ γενναία, ἡλικίας τε ἤδη ἥπτετο καὶ γραμματιστῇ παρεδίδοτο. Ὁ δέ, μεγέθει φύσεως καὶ διανοίας ὀξύτητι, πλεῖστα τῶν μαθημάτων ἐν βραχεῖ καρπωσάμενος, τὸ μὲν πολιτικὸν τοῦτο καὶ ἀγοραῖον διέπτυσεν· ἑταιρείας δὲ ἀτάκτους καὶ ὁμιλίας ἐκκλίνας καὶ γυναιξὶ συλλαλεῖν ἢ καὶ διδόναι ὀφθαλμὸν ὅλως ἀπαγορεύσας, ἀληθοῦς ἐπεμέλετο σωφροσύνης· καὶ ταῖς ἔξω διατριβαῖς χαίρειν εἰπών, τοῖς θείοις ἦν ὅλως οἴκοις σχολάζων, οἶκον αὐτὸς ἑαυτὸν ἄξιον τοῦ Δεσπότου κατασκευάζων, καὶ παραῤῥιπτεῖσθαι μᾶλλλον ἐν αὐτοῖς, κατὰ τὸν θεῖον Δαυΐδ, αἱρούμενος. Ἐπειδὴ δὲ πρός τε τὴν τῶν θείων Γραφῶν γνῶσιν καὶ τῶν περὶ Θεοῦ δογμάτων ἱκανῶς ἐξεπεπόνητο, μυρίαις τε ἐκεκόσμητο χάρισι, καὶ τὴν προσήκουσαν τοῖς Ἱερεῦσιν ἀκρίβειαν ἀτεχνῶς ἔσῳζεν, (ἀλλά γε καὶ τὸ ἦθος αὐτῷ καὶ πρὸ τῆς πολιᾶς στάσιμόν τε καὶ πρεσβυτικὸν ἦν·) πρεσβύτερον αὐτὸν ἠξίουν ψηφίζεσθαι. Προτροπῇ τοίνυν τοῦ πρὸς πατρὸς αὐτοῦ θείου, ὑπὸ τοῦ τηνικαῦτα τῆς Μυρέων Προέδρου χειροτονεῖται Πρεσβύτερος· καὶ τῷ δεδωκότι Θεῷ ἀντιδίδοται, ὁ πρότερον ὄντως εὐχῆς τοῖς γεγεννηκόσιν αὐτὸν γενόμενος.
Ὁ μέντοι Ἀρχιερεὺς τῆς Μυρέων οὗτος, θείου Πνεύματος εὐμοιρεῖν ἠξιωμένος, τὴν τοῦ Νέου ψυχὴν κατὰ νόμον ἀρετῆς βλέπων, καὶ περὶ τῆς μελλούσης αὐτῷ πλεονάσαι χάριτος προεφήτευσεν οὕτως εἰπών· Ὡς ἔσται μὲν λυπουμένων εὐμενὲς παραμύθιον, ποιμανεῖ δὲ ψυχὰς καλῶς καὶ πεπλανημένους πρὸς νομὰς τῆς εὐσεβείας ἀνακαλέσεται καὶ σωτὴρ τοῖς ἐν κινδύνοις ἀναφανεῖται. Ἅπερ, εἰ τῷ χρόνῳ ὕστερον καὶ εἰς ἔργον ἐξέβη, τὰ ἑξῆς τοῦ λόγου δηλώσει.
Εἰ δὲ χρὴ λέγειν, ὁπόση μετὰ τὴν χειροτονίαν αὐτῷ πρὸς ἀρετῶν ἐργασίαν ἐπίδοσις γέγονεν, ἀγρυπνίαις τε καὶ νηστείαις καὶ προσευχαῖς οἵαις ἑαυτὸν ἐδεδώκει, ἐξ ὧν τὴν τῶν Ἀσωμάτων διαγωγὴν ἐν σώματι θνητῷ κατορθῶσαι ἐφιλονείκει καὶ διὰ τοῦτο καὶ μεγάλα περὶ αὐτοῦ τοῖς πολλοῖς ἐδίδου φαντάζεσθαι.
Ὡς δὲ καὶ ὁ προμνημονευθεὶς θεῖος αὐτοῦ (Νικόλαος δὲ καὶ αὐτὸς ὠνομάζετο) εἰς τοῦτο ἀρετῆς ἥκοντα τὸν νεανίσκον ἑώρα, καὶ τηλικαύτης ἀξιωθέντα τῆς χάριτος, τήν τε τοῦ θείου Ναοῦ πρόνοιαν (ὃν πρότερον ἐπ᾿ ὀνόματι τῆς ἁγίας Σιὼν ἐκεῖνος ἐδείματο καὶ εἰς Μοναστήριον συνεστήσατο·) αὐτῷ ἐγχειρίζει καὶ συνεργοὺς τῷ νέῳ τοῦ πράγματος, ὅσους καὶ τῆς ἀρετῆς αὐτῷ κοινωνοὺς ἔδει, ποιεῖται· ὥς τε καὶ συνδιαφέρειν αὐτῷ τὰς ἐκκλησιαστικὰς φροντίδας καὶ τῶν ἱερῶν ἐπιμελέστατα προνοεῖν. Καὶ μὲν δήποτε καὶ τοῦ θαυμαστοῦ τούτου Νικολάου ἐν Παλαιστίνῃ ἀπάραντος, ἐφ᾿ ᾧ τὸν ζωοποιὸν τοῦ Χριστοῦ Τάφον, τὸ σωτήριόν τε τοῦ Σταυροῦ Ξύλον ἐν αὐτῇ προσκυνήσειεν, οὗτοι τὸν ἐκείνου τόπον ἐπλήρουν καὶ τὰ τοῦ Ναοῦ καὶ τὰ τῆς οἰκονομίας οὕτως ἐνήργουν, ὥς περ ἂν εἰ παρὼν ἐκεῖνος ἐτύγχανεν· ἀλλὰ ταῦτα μὲν ὕστερον.
Ἄρτι δέ, τῶν πατέρων αὐτοῦ τὸν βίον ἀπολιπόντων, κληρονόμος τῆς οὐσίας καταλειφθείς, καὶ ὅσα εἰκὸς υἱὸν φιλοπάτορα, ἐπὶ πατέρων ἀποδημίᾳ φιλοστόργων ἐνδείξασθαι διατελέσας, οὐ πρὸς τὸν πλοῦτον εὐθὺς εἶδεν, οὐδ᾿ ὅπως ἂν εὐθὺς εἶδεν, οὐδ᾿ ὅπως ἂν αὐξηθείη ὁ κλῆρος αὐτῷ καὶ διαμείνοι, φροντίδα κἂν μικρὰν γοῦν ἔθετο· πάλαι γὰρ κοσμικαῖς ἁπάσαις ἀποταξάμενος εὐπαθείαις, ἀληθῆ ἔσπευδε δεῖξαι διὰ τῆς μετὰ ταῦτα διαγωγῆς τὰ τοῦ βίου προοίμια, σύμφωνόν τε τῇ ἀρχῇ ἅπαν τὸ ἑξῆς ἐπιθῆναι. Διὰ ταῦτα καὶ Θεῷ πάντα τὰ καθ᾿ ἑαυτὸν ἐπιτρέπων, Γνώρισόν μοι, Κύριε, ἔλεγεν, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· καὶ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· ὅτι ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας· ἀπὸ γαστρὸς μητρός μου, Θεός μου εἶ σύ. Ἤκουε δὲ καὶ τοῦ θείου Δαυῒδ λέγοντος οὑτωσί· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Πρὸς δέ, καὶ τοῦ σοφοῦ Σολομῶντος· Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε. Οὐκοῦν οὐδὲ ἀπέσχετο εὖ ποιεῖν, ἀλλὰ χεὶρ ἦν ἄνετος πρὸς τοὺς δεομένους, καὶ ποταμὸς πολλῷ ῥέων καὶ ἡσύχῳ ῥεύματι.
Ἀλλὰ γὰρ ἄξιον ἤδη καὶ τῶν κατὰ μέρος ἐπιμνησθῆναι, ἵν᾿ ὁ πλοῦτος αὐτοῦ τῆς χρηστότητος ἀκριβέστερον γνωσθῇ.
Ἀνήρ τις ἄδοξος ἐξ ἐνδόξου καὶ πένης ἐκ πλουσίου γενόμενος, ἐπειδὴ τοῖς ὅλοις διηπορεῖτο, καὶ αὐτῶν ἤδη τῶν ἀναγκαίων ἐπιλειπόντων αὐτῷ φεῦ, μέχρι καὶ τίνων ἡ ἔνδεια προχωρεῖν οἶδε! γνώμην ἔσχε τὰς θυγατέρας, (τρεῖς δὲ ἦσαν αὐτῷ, διαφερόντως ἀγαθαὶ τὴν μορφήν·) μισθοῦ πρὸς ἀκολασίαν ἐκδιδόναι τοῖς βουλομένοις καὶ τὸ ἐντεῦθεν αὐταῖς ποριζόμενον, ἑαυτοῦ τε καὶ τῶν παίδων ποιεῖσθαι τροφήν· τὸ γὰρ ἀνδράσιν αὐτὰς συναρμόσαι ἀδυνάτως εἶχεν, ἅτε διὰ τὸ πολὺ τῆς πενίας ὑπὸ πάντων εὐθὺς ἀπαξιουμένας. Ὁ μὲν οὖν, ἐν τούτοις ὤν, καὶ τὴν πονηρὰν ταύτην ἐπίνοιαν ἐμελέτα καὶ ἔργου ἤδη ἐλεεινῶς ἥπτετο.
Ἀλλὰ σύ, Κύριε, ὁ φύσει τε ἀγαθός, καὶ ἀγαθοῦ παντὸς αἴτιος, καὶ ἡμετέραις ἀνάγκαις φιλανθρώπως ἐπικαμπτόμενος, εἰς ὦτα πεσεῖν τὸ γινόμενον παρασκευάζεις τῷ Νικολάῳ, καὶ Ἄγγελον αὐτὸν ἀγαθὸν τῷ ἤδη κατὰ ψυχὴν κινδυνεύοντι καὶ βοηθὸν ἕτοιμον ἐπιπέμπεις, ὁμοῦ τε τὴν πενίαν αὐτῷ παραμυθούμενον καὶ πενίας χαλεπωτέρου πράγματος ἀπολύοντα. Καὶ ὅρα μοι τοῦ Ἁγίου τὸ μετὰ συνέσεως συμπαθές· οὐ γὰρ ὑπέμεινε τῷ ἀνδρὶ προσελθεῖν, καὶ περὶ τούτου βραχύ τι διαλεχθῆναι, οὐδὲ τὴν εὐεργέτιν αὐτῷ ἐμφανίσαι χεῖρα, ἃ σύνηθες ποιεῖν τοῖς μικροψύχοις τὸν ἔλεον· ᾔδει γὰρ ὅτι φορτικὰ ταῦτα τοῖς ἐκ πλούτου καὶ δόξης εἰς ἀπορίαν καταπεσοῦσιν, ἐντρέποντά τε τὰς ἐκείνων ψυχὰς καὶ εἰς μνήμην προτέρας εὐημερίας ἐμβάλλοντα. Ἀλλ᾿ ὥς περ ὑπερβαλέσθαι φιλονεικῶν καὶ τὴν εὐαγγελικὴν δήπου παραγγελίαν, τὸ μὴ πιστευθῆναι τῇ ἀριστερᾷ τὸ γινόμενον, οὐδὲ αὐτὸν ἠθέλησε τὸν εὐεργετούμενον μάρτυρα τοῦ πραττομένου παραλαβεῖν. Οὕτω μακρὰν ἀπεῖχε τοῦ τὴν παρὰ ἀνθρώπων δόξαν ἐπιζητεῖν, ἐπεὶ καὶ μᾶλλον αὐτὸς ἀγαθότητι ποιῶν, ἢ ἕτεροι πονηρὰ δρῶντες, τὸ λανθάνειν ἐσπούδαζεν. Ἀμέλει καὶ ἁδρὸν ἀπόδεσμον χρυσίου λαβών, ἀωρὶ τῶν νυκτῶν, παρὰ τὴν οἰκίαν τοῦ ἀνδρὸς ἥκει· καὶ τοῦτον διά τινος θυρίδος ἀκοντίσας, αὐτὸς εὐθέως οἴκαδε ἐπανῄει, ὥσπερ αἰσχυνόμενος ὀφθῆναι διδούς.
Ἕωθεν οὖν ὁ ἀνὴρ ἀναστὰς καὶ τὸν χρυσὸν εὑρών, ἔπειτα τὸν δεσμὸν λύσας, κατεπλάγη, καὶ ἑαυτὸν ἐξηπατῆσθαι ᾤετο, δεδιώς, μὴ οὐχὶ χρυσὸς ᾖ τὸ ὁρώμενον. Πόθεν γὰρ ἂν καὶ ὑπέλαβέ τι τοιοῦτον, τὸ μηδὲ θελῆσαι τὸν εὐεργετηκότα συνίστορα τὸν εὖ παθόντα τῆς εὐεργεσίας λαβεῖν; Ὅθεν καὶ ἄκροις ἐπιτρίβων αὐτὸ δακτύλοις καὶ περιεργότερον ἐνορῶν, ἐπεὶ ἔγνω χρυσὸν ἀληθῶς εἶναι, ἥδετο, ἐθαύμαζεν, ἠπορεῖτο, θερμὸν ὑφ᾿ ἡδονῆς ἀπέσταζε δάκρυον. Ὡς δὲ πολλὰ στρέφων καθ᾿ ἑαυτόν, οὐδένα εἶχε τῶν γινωσκομένων, ᾧ ἐπιγράψῃ τὸ γεγονός, ἐπὶ τὸν Θεὸν ἀνέφερε τοῦτο, καὶ δάκρυσιν εὐχαριστιῶν οὐκ ἀνῄει. Ἀμέλει καὶ τοῦ πρὸς Θεὸν ἁμαρτήματος τὴν αἰτίαν ἤρξατο πρὸ τῶν ἄλλων λύειν, καὶ μίαν τῶν θυγατέρων, τὴν πρώτην, εὐθὺς ἀνδρὶ προσαρμόζει, τὸ δοθὲν χρυσίον ἀρκούντως εἰς προῖκα ταύτῃ καταβαλών. Ὅπερ ἐπεὶ πρὸς γνῶσιν ἦλθε τῷ θαυμαστῷ Νικολάῳ, καὶ ἔγνω κατὰ γνώμην αὐτῷ πράξαντα τὸν ἄνδρα, (τοῦτο γὰρ καὶ αὐτὸς ἐσπούδαζε, τὸ λῦσαι διὰ τοῦ γάμου τὴν τοῦ κακοῦ πρόφασιν·) εὐτρεπὴς ἦν τὰ ὅμοια καὶ πρὸς τὴν δευτέραν δρᾶσαι τῶν θυγατέρων.
Καὶ δὴ καὶ ἄλλον αὐτῷ ἰσοτάλαντον διὰ τῆς θυρίδος ἀπόδεσμον χρυσοῦ, λαθὼν ἅπαντας, νυκτὸς ἐπιπέμπει. Ὄρθρου δὲ διαναστὰς ὁ ἀνὴρ καὶ τὸ χρυσίον ὁμοίως εὑρών, τῇ ὁμοίᾳ εἴχετο καὶ αὖθις ἐκπλήξει· καὶ τῷ ἐδάφει τὸ μέτωπον προσερείσας, θερμοτέροις αὐτῷ δάκρυσιν ἔβαλλε, Θεέ, λέγων, καὶ θελητὰ τοῦ ἐλέους, οἰκονόμε τῆς ἡμῶν σωτηρίας, ὁ καὶ πρότερον διὰ τὴν ἐμὴν ἐνανθρωπήσας παρακοὴν καὶ νῦν με τῆς παγίδος τοῦ ἀλλοτρίου μετὰ τῶν παίδων ῥυόμενος, αὐτός μοι τὸν τῷ σῷ θελήματι διακονούμενον, τὸν ἐν ἀνθρώποις τῆς σῆς χρηστότητος ἄγγελόν τε καὶ μιμητὴν ἀνάδειξον· τίς οὗτος, ὁ καὶ τῆς πιεζούσης πενίας ἡμᾶς ἐξελόμενος καὶ τῶν ἀτόπων λύσας ἐπινοιῶν; Ἰδοὺ γὰρ τῷ ἐλέει τῷ σῷ καὶ τὴν δευτέραν τῶν παίδων ἀνδρὶ νομίμῳ ἐκδίδωμι, φυγοῦσαν ἤδη τὸ θήραμα γενέσθαι τῷ Διαβόλῳ, καὶ κέρδος ἐμοὶ προσφέρειν, πολλῆς, οἴμοι! ζημίας βαρύτερον. Ταῦτα δὲ ἔλεγε, καὶ τῇ δευτέρᾳ τῶν θυγατέρων εὐθὺς ἐτέλει τοὺς γάμους, μεταίωρον ἤδη τὴν ψυχὴν ἔχων, ὡς οὐδ᾿ ἐπὶ τῆς τρίτης ἂν ἀπορήσῃ, τοῦ σύνοικον αὐτὴν ἀγαπήσοντα ἔχειν· καὶ τὴν προῖκα γὰρ ἕτοιμον ἤδη καὶ διὰ χειρὸς ἔχειν ᾤετο, θαῤῥῶν, ὡς εἰκὸς καὶ περὶ αὐτῆς ὑπὸ τῶν προτέρων. Ἔνθεν τοι καὶ προσεκτικὸς ἦν καὶ μεμεριμνημένος καὶ νύκτας ὅλας διατελῶν ἄγρυπνος, μὴ καὶ αὐτὸν λάθῃ ἐπιστὰς ὁ καλὸς πλουτοδότης, ἀλλ᾿ ὅπως, εἰ καὶ αὖθις ἀφίκοιτο, ἀμφοτέραις τε αὐτοῦ ἐπιλάβοιτο καὶ παρ᾿ αὐτοῦ μάθοι τίς τε εἴη, ὅθεν ὁ χρυσὸς αὐτῷ ἐπιῤῥέει. Ὁ μὲν δὴ οὕτω πρὸς τὴν ἐκείνου ἔλευσιν διηγρύπνει.
Ἐφίσταται δὲ τὸ τρίτον ὁ τοῦ Χριστοῦ θεράπων Νικόλαος, βαθείας νυκτὸς ἡσύχῳ ποδί· καὶ παρὰ τῷ συνήθει τόπῳ γενόμενος, ἴσον χρυσοῦ καὶ πάλιν ἀπόδεσμον, διὰ τῆς αὐτῆς θυρίδος εἰσπέμπει. Καὶ παραχρῆμα οἴκαδε ἐπανῄει. Ὁ δέ γε τῶν παίδων πατήρ, τοῦ εἰσπεσόντος χρυσοῦ τὸν ψόφον αἰσθόμενος, καὶ τούτῳ παρεῖναι πάλιν τὸν συνήθη πλουτοδότην κατανοήσας, ᾗ ποδῶν εἶχεν, εὐθέως ἐδίωκε. Καὶ καταλαβὼν καὶ γνοὺς ὅς τις εἴη, (οὐδὲ γὰρ ἀσήμων οὗτος διὰ τὴν ἀρετὴν ἦν, καὶ τὸ τοῦ γένους ἐπιφανές·), πίπτει τε πρὸς τοὺς πόδας αὐτοῦ, καὶ λυτρωτὴν ἐκεῖνον ἐκάλει καὶ βοηθὸν καὶ σωτῆρα ψυχῶν, εἰς ἔσχατον ἀπωλείας ἤδη καταγομένων. Εἰμὴ γὰρ τοὺς σούς, ἔλεγεν, οἰκτιρμοὺς ὁ μέγας ἐν ἐλέει διανέστησε Κύριος, πάλαι ἂν ἀπωλώλει, πατὴρ ἄθλιος μετὰ θυγατέρων, οἴμοι! τριῶν· ἀλλὰ νῦν σέσωκεν ἡμᾶς διὰ σοῦ καὶ τοῦ πικροῦ τῆς ἁμαρτίας ἐῤῥύσατο πτώματος· ἤγειρέ τε ἀπὸ κοπρίας πτωχοὺς καὶ ἀπὸ γῆς ἀνέστησε πένητας. Ταῦτα ἐκεῖνος μὲν σὺν δάκρυσιν εὐφροσύνης καὶ θερμῷ πνεύματι πίστεως, πρὸς αὐτὸν ἔλεγε, καὶ πολὺς ἦν τοῖς μακαρίοις ποσὶν ἐκείνου προσκείμενος. Ὁ δέ, ἐπειδὴ ἔγνω δῆλος ἤδη τῷ ἀνθρώπῳ γενόμενος, διανίστησί τε αὐτὸν καὶ ὅρκοις τὴν ἐκείνου καταλαμβάνει ψυχήν, μὴ ἂν πρὸς ἑτέρους παρ᾿ ὅλον αὐτοῦ τὸν βίον ἐξενεγκεῖν τὰ γεγενημένα, μηδὲ δημοσιεῦσαι τὸν ἔλεον.
Ἓν μὲν δὴ τοῦ ἀνδρὸς τοῦτο, καὶ οὕτω μέγιστόν τε καὶ γνωριμώτατον. Τὰς δὲ καθ᾿ ἑκάστην πρὸς τοὺς ἐν χρείᾳ διανομάς, καὶ χορτάζειν πτωχοὺς ἐν ἄρτῳ καὶ διατρέφειν αὐτοὺς ἐν λιμῷ καὶ ψυχὰς πεινώσας ἀγαθῶν ἐμπιπλᾶν· ἀλλὰ ταῦτά γε οὐδὲ μετρίως εἰπεῖν ἄν τις ἐξαρκέσειεν.
Ἐπειδὴ δὲ καὶ τελεωτέρας ἀρετῆς ἤρα καὶ μείζονος ἀπολαῦσαι τῆς παρὰ Θεῷ οἰκειώσεως, λαμβάνει μὲν αὐτὸν ἡσυχίας ἔρως, ὠδίνει δὲ τὴν ἀποδημίαν, ὡς μὴ ὄντος ἄλλως αὐτὸν τοῦ ποθουμένου τυχεῖν· Σχολάσατε, γάρ φησι, καὶ γνῶτε· διὸ καὶ μακρύνειν ἑαυτόν, ἔγνω καί, κατὰ τὸν Προφήτην, εἰς ἔρημον αὐλισθῆναι προέθετο.
Καί ποτε, δόξαν αὐτῷ τὴν Παλαιστίνην λαβεῖν, ἐφ᾿ ᾧ τοὺς Ἁγίους Τόπους ἰδεῖν, ἐν οἷς ὁ ὑπὲρ ἡμῶν παθὼν Κύριος τὰς ἐν κόσμῳ διατριβὰς ἐποιήσατο, πλοίου ἐπιβὰς ἐξ Αἰγύπτου, νῦν ἀναχθέντος, εἰς Παλαιστίνην καταίρει, ὁμοῦ μὲν τὴν ποθουμένην ζητῶν ἐρημίαν, ὁμοῦ δὲ καὶ εἰς θέαν, ὡς ἔφην, τῶν Ἁγίων Τόπων φερόμενος. Ἀλλ᾿ ὁ μὲν περὶ τούτου λόγος ἀναμεινάτω· ἡμεῖς δὲ τῷ πλῷ βραχύ τι προσδιατρίψωμεν.
Ἔπλει μὲν οὖν εὐθὺ τῆς Αἰγύπτου· τῶν δὲ ναυτῶν οὐδὲν τῶν μελλόντων προορωμένων, τρικυμίαν οὗτος αὐτοῖς καὶ πνευμάτων ἀγριωτέρων ἐμβολὰς προσαγγέλλει. Αὐτὸν γάρ, ἔφη, τὸν πονηρὸν ἰδεῖν τῆς νεὼς ἐπιβάντα, τά τε τοῦ ἱστοῦ καὶ τὰ τῶν πηδαλίων καλώδια, μαχαίρᾳ διατεμόντα, ὅλην περισχόντα τὴν ναῦν καὶ περιδινήσαντα καὶ τῷ βυθῷ βουλόμενον αὔτανδρον καταδύειν. Οὕτως ἔφη· καὶ παραχρῆμα, ὥς περ ἔκ τινος ἀπόπτου συνθήματος, σφοδρά τις λαῖλαψ τῶν νεφῶν διαπνεύσασα, εἰς κλύδωνα μέγιστον τὸ πέλαγος αἴρει, καὶ οἱ συμπλέοντες οὐδὲν ἧττον ἐκυμαίνοντο τὰς ψυχάς· καὶ παρὰ τῷ μεγάλῳ στάντες, ηὔχοντο μὲν τῷ Θεῷ, ἐδέοντο δὲ αὐτοῦ ἐπαμῦναι πικρῶς κινδυνεύουσι καὶ μηδεμίαν ἐλπίζουσι τοῦ κακοῦ λύσιν, ἀπὸ τοῦ προειπεῖν αὐτόν, ὥς περ καὶ δύνασθαι βοηθεῖν ἐλπίσαντες. Ὁ δέ, θαῤῥεῖν τε αὐτοῖς ἐκέλευε καὶ ταχεῖαν ἔσεσθαι τὴν ἀπαλλαγὴν τοῦ κακοῦ παρηγγύα. Ἀμέλει καὶ τὰ λυποῦντα πάντα ὀξέως ἐλύετο, καὶ ἥ τε θάλασσα ἡμεροῦτο καὶ εἰς γαλήνην ἀκριβῆ μετεβάλλετο, καὶ αὐτοί, τῶν θρήνων ἐπιλαθόμενοι πρὸς εὐθυμίαν ἐτράποντο, Θεῷ τε καὶ τῷ αὐτοῦ θεράποντι τὴν χάριν ὁμολογοῦντες καὶ διπλῇ τοῦτον θαυμάζοντες, τῷ τε προειπεῖν ἅμα καὶ τῷ λῦσαι τὰ σκυθρωπά.
Ἀλλὰ τούτων οὕτως ἐχόντων, τὶς τῶν ναυτῶν, ἐπὶ τὸ ἄκρον ἀνελθὼν τῆς μέσης κεραίας, ὥς τέ τι τῶν τῆς νεὼς ὅπλων καλῶς διαθεῖναι, ὡς ἤδη ἐκεῖθεν καὶ κατελθεῖν ἔμελλε, διολισθήσας ἄνωθεν, ἐπὶ μέσην τὴν ναῦν καταπίπτει. Καὶ ὁ μὲν ἄπνους ἔκειτο, καὶ ὡρᾶτο νεκρός· ὁ δέ, καὶ πρὶν κληθῆναι ἀμύνειν, ὢν ἑτοιμότατος, προσευχῇ τοῦτον ῥᾷον, ἢ τῶν ὕπνῳ κατεχομένων, διανιστᾷ, καὶ ζῶντα πάλιν ἀπέδωκε τοῖς πλωτῆρσιν. Ἔπειτα ἱστία πάντα πετάσαντες καὶ δι᾿ αὔρας λεπτῆς καὶ ἡδείας τὸ ἑξῆς τοῦ πλοῦ διελθόντες, ὡς ἤδη τῇ γῇ προσωρμίσθησαν, πολλὰς ὁ Κύριος διὰ Νικολάου εἰργάζετο τὰς ἰάσεις. Τυφλοί τε γὰρ εὐθέως τὸ φίλον φῶς ἐθεῶντο καὶ ἄλλοι, χαλεπῶς πάσχοντες, τῶν ὧν εἶχον κακῶν ἀπελύοντο· καὶ συνελόντα φάναι, οὐδεὶς ἦν ὑπό τινος πάθους ἢ νοσήματος κατεχόμενος, ἢ καὶ λύπῃ τινὶ βαρυνόμενος, ὃς ἐπεὶ Νικολάῳ προσέλθοι, οὐκ εὐθὺς ἰᾶτο καὶ τὸ λυποῦν ἀπεβάλλετο. Οὕτως οὖν, οὐ ῥᾳδίως μόνον, ἀλλὰ καὶ ἀμίσθου τῆς ἰάσεως γινομένης, τίνα ἔδει τῶν κακῶς πασχόντων ἀπολιμπάνεσθαι; δίδωσιν ὁ λόγος σκοπεῖν. Ἐκ δὲ τούτου πάλιν, πόσους εἶναι τοὺς ἰωμένους, εἶτα καὶ πόσην Θεὸν γίνεσθαι τὴν εὐχαριστίαν, πόσην τῶν δοξολογούντων αὐτῶν τὴν πανήγυριν;
Ἐκεῖθεν οὖν ἀπάρας, πρὸς τὸν τοῦ Χριστοῦ Τάφον, καὶ παρὰ τὸν σεβάσμιον αὖθις Γολγοθᾶν ἔρχεται, ἔνθα καὶ ὁ σωτήριος ὑπὲρ ἡμῶν ἐπάγη Σταυρός. Ἔπειτα καὶ τῷ θείῳ τοῦ Σταυροῦ ξύλῳ νυκτὸς πρόσεισι· καὶ αὐτομάτως μὲν αὐτῷ αἱ τοῦ Ἱεροῦ διανοίγονται πύλαι· θερμὴν δὲ τὴν προσευχὴν καὶ πολλὴν ἐκεῖσε προσενεγκὼν τὴν προσκύνησιν, πλείονα ποιεῖται καὶ τοῦ ἀγαθοῦ Πνεύματος τὴν ἐνέργειαν.
Ἐπεὶ δὲ ἱκανῶς αὐτῷ εἶχε τῆς ἐν Παλαιστίνῃ διατριβῆς, διαποντίῳ πάλιν πρὸς τὴν ἐνεγκαμένην χρῆται τῇ ἐπανόδῳ, ὄψεως αὐτῷ θείας τοῦτο ἐντειλαμένης, ὥς τε μὴ ἐπὶ πλέον στέρεσθαι τῆς γλυκείας ἐκείνου φωνῆς τὰ αὐτοῦ πρόβατα. Καὶ ἐνταῦθα πάλιν, τοῦ πλοίου ἐπιβάντος τοῦ θαυμασίου, ἥ τε τῶν πλωτήρων ἐλέγχεται κακουργία καὶ ἡ τοῦ θείου Πνεύματος ὑπ᾿ αὐτῷ θαυμάζεται δύναμις. Ὁ μὲν γὰρ πρὸς τὴν πατρίδα πλεῖν ἔμελλε· καὶ τοῦτο πρότερον τοῖς καλοῖς ναύταις συνθέμενος, οὕτω δὴ τῆς νεὼς ἐπέβη· οἱ δ᾿ ἐπειδὴ ἀνείλοντο τὰς ἀγκύρας, οἴκου ἐμέμνηντο. Τοῦ λιμένος οὖν ἐξορμήσαντες καὶ τὴν ὀθόνην διαπετάσαντες, τοῦ πνεύματος αὐτοῖς ἐπιφόρου πνέοντος, πρὸς τὴν οἰκίαν ἀπέπλεον· ἠμέλει δὲ οὐδαμῶς ἡ δίκη, ἀλλὰ παρὰ πόδας αὐτοῖς ἐπῄει· καὶ βίαιόν τι καταιγὶς ἀντιπνεύσασα, τοὺς οἴακάς τε διήγαγε καὶ τὰ πηδάλια παρήνεγκε· καὶ αὐτοῖς μὲν ἔσχατον ἀπειλεῖ κίνδυνον, τὸν δὲ τοῖς τῆς πατρίδος προσορμίζει λιμέσι. Τί οὖν ἡ συμπαθὴς ἐκείνη καὶ μεγαλόφρων ψυχή; οὐδὲ πικρίας, οὐδὲ λόγου τινὸς πρὸς αὐτοὺς ἐδεήθη στύφοντος, ἀλλ᾿ ὁμοῦ τε μεταβαλλομένους εἶδε, καὶ πικρὸν οἷον τὸν μετάμελον ποιουμένους, καὶ τῆς οἰκείας ἡττήθη χρηστότητος καὶ πάλιν αὐτοὺς δι᾿ εὐπλοΐας εἰς τὴν οἰκίαν ἀνέπεμπεν. Αὐτὸς μέντοι τῇ τῆς ἁγίας Σιὼν ἀποδοθεὶς ἤδη Μονῇ, πρὸς τοῦ θείου αὐτοῦ πάλαι καλῶς οἰκοδομηθείσῃ, ὡς ὁ λόγος ἄρτι φθάσας ἐδήλωσεν, ἀσπάσιός τε αὐτοῖς ὤφθη, καὶ ἡδονῆς τοὺς ἐν αὐτῇ πάντας ἐπλήρου καὶ πολυτελεῖ τούτους εἱστία καὶ φιλοτίμῳ τῇ χάριτι. Σοφῶς δὲ ἄρα τὰ κατ᾿ αὐτὸν ἄνωθεν ἡ πρόνοια διετίθει, καὶ τὸ μέγα τοῦτο φῶς ἐπὶ μεγάλην ἔμελλε θήσειν τὴν λυχνίαν, καὶ διὰ τοῦτο πάλιν αὐτὸν ἐπὶ τὴν πόλιν κατήγαγε, φιλοπόνως τὸ θεῖον μέλι τῆς ἀρετῆς ἐργαζόμενον. Οὕτω δὲ μετιὼν τὸν βίον, ὥς τε λανθάνειν ἀνθρωπίνους ἅπαντας ὀφθαλμούς, πλέον ἑαυτὸν δῆλον ἐποίει τὸν τοῦ παντὸς ἄξιον· οὕτε ἔκρυπτε τὸν ἐργάτην ἡ ἀρετή, οὐχ ἧττον ἢ τὸ φῶς, τοὺς δι᾿ ἐκείνου πορευομένους· καὶ οἱ τῶν ἐκείνου δὲ πόνων καρποὶ ταχὺ τὸ δένδρον ἐμήνυον. Ἀλλὰ καὶ τοῦ συνειδότος αὐτῷ τὰ κρύφια τῆς καρδίας Θεοῦ, μὴ ἐπὶ πλέον τὸν οἰκεῖον θεραπευτὴν λανθάνειν ἀνεχομένου, δῆλον τὸν ἄνδρα ποιεῖ· καὶ ὅπως, προσεκτέον τῷ διηγήματι.
Ἄρτι τοῦ κατ᾿ ἐκείνου καιροῦ τῆς Μυρέων Προέδρου τὸν θρόνον ἄμφω καὶ τὸν βίον ἀπολιπόντος καὶ τῆς πρὸς Θεὸν ἁψαμένου πορείας, ζῆλος εἰσῆλθε θεῖος τούς τε ὑπ᾿ αὐτὸν Ἐπισκόπους καὶ τοὺς λογάδας τοῦ Κλήρου, τὸν ἄξιον ἀποδοῦναι τῷ θρόνῳ. Καὶ δή ποτε πάντων ἐκκλησιασαμένων, συνεβούλευέ τις αὐτῶν, (Θεοῦ δὲ τοῦτο, καὶ τῆς ἐκείνου σοφίας οἰκονομία·) εὐχῇ τὰ τοῦ πράγματος ἐπιτρέψαι. Τοῦτο πάντων, ὥς περ ἰδίαν ἑκάστου γνώμην, προελομένων, ὁ τὸ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν Κύριος καὶ τῆς ἐκείνων δεήσεως εἰσακούων, ἑνὶ τούτων τὸν προστησόμενον τῆς Ἐκκλησίας ἀποκαλύπτει.
Καὶ δή ποτε τῷ ἀνδρὶ τῷ δε θεία τις ἐπιστᾶσα ὄψις, ἐπιτάττειν αὐτῷ ἐδόκει, παρὰ τὰς τοῦ Ναοῦ εἰσόδους ἐλθόντι στῆναι· καὶ ὅς περ ἂν πρῶτος τὸν Ναὸν καταλάβοι, οὗτός ἐστιν ὁ τῷ ἐμῷ κινούμενος Πνεύματι· καὶ λαβόμενοι αὐτοῦ, Νικόλαος δὲ τῷ ἀνδρὶ ὄνομα, Ἐπίσκοπον προχειρίσασθε· τοῦτο γὰρ αὐτῷ καὶ προώρισται.
Οὕτως ὁ θεῖος ἐκεῖνος ἀνὴρ μυηθείς, τῇ Συνόδῳ ταῦτα καὶ τῷ Κλήρῳ κοινοῦνται. Καὶ δὴ φιλοπονώτερον ἁπάντων τῆς προσευχῆς ἐχομένων, ὁ τὸν μέγαν ἐκκαλυφθείς, ἔνθα δὴ κεκέλευστο ἀφικνεῖται. Ἤδη δὲ περὶ ὄρθρον, Πνεύματι θείῳ κινηθεὶς ὁ μέγας Νικόλαος, τὴν Ἐκκλησίαν καὶ οὗτος καταλαμβάνει. Ἐπεὶ δὲ ἐν τῷ προνάῳ γένοιτο, λαβόμενος αὐτοῦ ὁ τῆς ὄψεως ἠξιωμένος, πῶς ἄρα, ὦ τέκνον, καλῇ; ἐπιμελῶς ἤρετο. Ὁ δέ, πράως οὕτω καὶ ἀφελῶς· Νικόλαος ἁμαρτωλός, Δέσποτα, ἔφη, τῆς ἁγιότητος δοῦλος τῆς σῆς.
Ὁ θεῖος τοίνυν ἐκεῖνος ἀνήρ, ἐπειδὴ τὰ μέτρια ταῦτα καὶ ταπεινὰ παρὰ τοῦ μεγάλου ἤκουσε ῥήματα, τοῦτο μὲν ἀπὸ τῆς τοῦ Νικολάου κλήσεως, ἣν καὶ ἡ φανεῖσα ὄψις αὐτῷ προειρήκει, τοῦτο δὲ καὶ ἀπὸ τοῦ μεγέθους τῆς μετριοφροσύνης, (οὐκ ἠγνόει γὰρ ἐπὶ τίνα ἐπιβλέπει Θεός, ἀλλ᾿ ἢ ἐπὶ τὸν πρᾶον δηλαδὴ καὶ ἡσύχιον·) τοῦτον ἐκεῖθεν εἶναι τὸν ὑπὸ Θεοῦ δηλούμενον ἐγνωκώς, ἡδονῆς εὐθὺς ὑποπιμπλᾶται, καθάπερ τινὶ κεκρυμμένῳ περιτυχὼν θησαυρῷ· καὶ ἕρμαιον εἶναι τὴν τοῦ ἀνδρὸς εὕρεσιν λογισμάμενος, ἀκολούθει μοι, τέκνον, φησὶ πρὸς αὐτόν. Εἶτα καὶ παραλαβών, ἤγαγε πρὸς τοὺς Ἐπισκόπους. Οἱ δὲ συμβάλλουσιν αὐτίκα τὸ πρᾶγμα, εἰρημένον αὐτοῖς πρότερον ἀπὸ τοῦ ἀνδρός, καὶ μεστὴ θείας χαρᾶς καὶ αὐτοῖς ἐγίγνετο ἡ ψυχή, συμβαίνουσα τῇ ἀπὸ Θεοῦ ψήφῳ, καὶ τὴν τοῦ ἀνδρὸς κρίνουσιν ἀρετήν. Εἶτα τὸν Ἅγιον, ὡς εἶχον, εὐθὺς κατὰ μέσον ἄγουσι τοῦ Ναοῦ. Πανταχοῦ δὲ τῆς φήμης διαδραμούσης, (φιλεῖ γὰρ ἐν οὕτω μεγάλοις πράγμασιν αὕτη, συντόνῳ μάλιστα χρῆσθαι καὶ ταχεῖ τῷ πτερῷ·) συῤῥεῖ μέντοι πλῆθος ἀριθμοῦ κρεῖττον. Οἱ δὲ σὺν μεγέθει φωνῆς δέξασθε τὸν οἰκεῖον, Ἀδελφοί, Ποιμένα φασίν, ὃν ὑμῖν ἔχρισε τὸ Πνεῦμα τὸ Ἅγιον· ᾧ τὴν τῶν ὑμετέρων ψυχῶν κυβέρνησιν καὶ τὸν καταρτισμὸν ἐνεχείρισεν· ὃν οὐκ ἀνθρωπίνη ψῆφος, ἀλλὰ θεία προεχειρίσατο. Ἔχομεν τοιγαροῦν ὃν ἐποθοῦμεν· ὃν ἐζητοῦμεν, νῦν ἀπειλήφαμεν· ὑπὸ τοῦτου ποιμαινόμενοι καλῶς καὶ ἀγόμενοι, οὐκ ἀποροῦμεν ἐλπίδων καὶ τῷ Θεῷ παραστῆναι λαὸς περιούσιος, ἐν ἡμέρᾳ ἐπιφανείας αὐτοῦ καὶ ἀποκαλύψεως. Τούτοις τὸ πλῆθος προσετίθεσαν τὴν εὐχαριστίαν, καὶ εὐφροσύνης, οὐχ ὅπως καὶ λεχθῆναι ῥᾳδίας, πρὸς Θεὸν ἐφθέγγοντο ῥήματα.
Ἡ μέντοι τῶν Ἐπισκόπων ἱερὰ Σύνοδος σὺν τῷ Κλήρῳ, πᾶν εἴ τι νενομισμένον πρότερον ἐπ᾿ ἀυτῷ διαθέντες, τῷ τῆς Ἀρχιερωσύνης χρίσματι τελειοῦσιν αὐτόν, ἀναβαλλόμενον μὲν καὶ ὀκνοῦντα τὴν προεδρίαν, διὰ δειλίαν ὄντως ἐπαινουμένην· μόλις δ᾿ οὖν ἐπὶ τὸν ἀρχιερατικὸν ἀναβάντα θρόνον, καὶ τῆς Μυρέων προκαθίσαντα καὶ τὴν ἐπιστασίαν ἀναδεξάμενον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας καὶ τὰ τῆς εὐσεβείας δόγματα ὑγιῶς φρονοῦντά τε καὶ διδάσκοντα.
Βάσκανον δὲ ἄρα τούτοις ὁ πονηρὸς ἐπέβαλεν ὀφθαλμόν· ἀνθοῦσαν γὰρ οὕτως οὐκ ἤνεγκε τὴν εὐσέβειαν, ἀλλ᾿ ὀξὺς ὅτι μάλιστα τοὺς κρατοῦντας εἰσδύς, σφοδρότερόν τε τὸν διωγμὸν αὐτίκα ἐποίει· καὶ βασιλικὰ διατάγματα κατὰ πᾶσαν ἐφοίτα τὴν οἰκουμένην, εἰς ἄρνησιν τῆς εὐσεβείας τοὺς πιστοὺς ἐκκαλούμενα ἴσως· εἰδ᾿ οὔ, ἀλλὰ δεσμὰ καὶ φρουραὶ καὶ βαρύτατοι βάσανοι καὶ τέλος βίαιοι θάνατοι τοὺς ἀπειθοῦντας εὐθὺς ἐξεδέχοντο. Ταῦτα καὶ μέχρι τῆς Μυρέων ἐν βραχεῖ φθάνει, πτηνοῖς διακόνοις τοῖς θερμοῖς τῆς ἀσεβείας ἐρασταῖς χρώμενα.
Ὁ θεῖος τοίνυν Νικόλαος, ἐπειδὴ μέγας ἦν ἐν αὐτῇ, τὰ χριστιανῶν πρεσβεύων καὶ τὴν εὐσέβειαν ἐλευθέρᾳ κηρύττων γλώττῃ, συλλαμβάνεται ὑπὸ τῶν τὰ πρῶτα φερόντων παρὰ τῇ πόλει καὶ δεσμὰ καὶ στρέβλας καὶ μυρίαν ἄλλην βάσανον καταψηφισθείς, εἶτα καὶ φυλακῇ μετὰ πολλῶν καὶ ἄλλων χριστιανῶν παραδίδοται, ἐν ᾗ καὶ διέμεινε χρόνον οὐ βραχύν, χρηστοῦ μὲν οὐδενὸς ἀπολαύων, τῶν ἐκ τῆς φυλακῆς δὲ κακῶν ἀνεχόμενος οὕτω γενναίως, ὥσπερ ἄν τις ἡδέων καὶ προσφιλῶν ἀνάσχοιτο. Πλὴν οὐδὲ οὕτως ἀνίει τοὺς ὑπ᾿ αὐτόν, νάμασιν εὐσεβείας ἐπάρδων καὶ τὴν ἐν αὐτοῖς πίστιν ἐκτρέφων, ἐν ἀῤῥαγεῖ τε θεμελίῳ τοὺς ἐκείνων πόδας ἱστῶν καὶ νεανικωτέρους ὑπὲρ τῆς ἀληθείας αὐτοὺς περεχόμενος.
Ἀλλ᾿ εὐθὺς ἥλιος μετὰ νέφος καὶ ἠπία τις αὔρα μετὰ τὴν καταιγίδα· καὶ φιλανθρώπως ὁ ἐμὸς Χριστὸς ἄνωθεν πρὸς τὴν αὐτοῦ κληρονομίαν ἰδών, καθαιρεῖ μὲν ἀσεβείας ἅπαντα σκῆπτρα καὶ ἐκ μέσου ποιεῖ. Διοκλητιανοὶ ταῦτα καὶ Μαξιμιανοὶ καὶ ὅσοι μετ᾿ αὐτοὺς τοῦ ἑλληνισμοῦ προειστήκεισαν· ἀνίστησι δὲ κέρας σωτηρίας τῷ λαῷ αὐτοῦ, καὶ τύπῳ Σταυροῦ, δι᾿ ἀστέρων, τὸν Κώνσταντος καὶ Ἑλένης υἱὸν Κωνσταντῖνον μετακαλεῖται, καὶ τὸ Ῥωμαίων ἐγχειρίζει σκῆπτρον. Ὁ δέ, συνετὸς ὢν καὶ τὸν καλέσαντα ὅς τις εἴη μὴ ἀγνοήσας, αὐτῷ τε ἐθάρσησε καὶ τοὺς ἀνθισταμένους πάντας καταβαλών, θερμότατα προέστη τῆς εὐσεβείας, καὶ παλινῳδίαν τοῖς πρὸ τοῦ βασιλεύσασιν ᾖδε· καθαιρεῖσθαι μὲν τοὺς τῶν εἰδώλων ναοὺς κελεύων, ἀφίεσθαι δὲ τῶν φυλακῶν τοὺς ἀποκεκλεισμένους διὰ τὸ τοῦ Χριστοῦ ὄνομα, ἀνοικοδομεῖσθαι δὲ τὰ χριστιανῶν τεμένη, καὶ τὸν οἰκεῖον τὰς Ἐκκλησίας ἐπαναιρεῖσθαι κόσμον. Τοῦ τοιούτου τοιγαροῦν δόγματος τὴν ὑπὸ χεῖρα πᾶσαν διαλαβόντος, ἐπὶ τὰς ἑαυτῶν πατρίδας οἱ τοῦ Χριστοῦ ὁμολογηταὶ κατήγοντο ἕκαστος.
Ἀμέλει καὶ τὸν οἰκεῖον Ἀρχιερέα Νικόλαον ἡ Μυρέων, μάρτυρά γε τῇ προαιρέσει, καὶ ἀναίμακτον ἀπελάμβανε στεφανίτην. Ὁ δέ, χαρίσμασι πάντοθεν κομῶν τοῖς θεοδωρήτοις, πάθη τε πάντα ἰᾶτο, καὶ ἐπίδοξος, οὐ πιστοῖς μόνον, ἀλλὰ καὶ πολλοῖς ἐν βραχεῖ καὶ τῶν ἀπίστων ἐγένετο καὶ θαῦμα ταῖς ἁπάντων ἔκειτο ψυχαῖς λόγου κρεῖττον. Διά τοι ταῦτα καὶ τῶν εἰδωλικῶν πολλοὺς ἔτι βωμῶν περιλειπομένους ὁρῶν, καὶ τούτοις πολλὰ δαιμόνων ἐπιχωριάζοντα φῦλα, καὶ οὐκ ὀλίγους ἀπολοῦντα τῶν Μυρέων, ζήλῳ θείῳ διακαυθεὶς τὴν ψυχήν, ἀνδρικώτατα διανίσταται· καὶ τὴν ἐκείνων πᾶσαν περιελθών, εἴπου τινὶ βωμῷ περιτύχοι, εἰς ἔδαφος κατέσπα, καὶ εἰς κόνιν ἐλέπτυνε· καὶ οὕτως ἐκ ποδῶν τὴν τῶν δαιμόνων πληθὺν ποιούμενος, καθαρᾶς ἀπολαύειν γαλήνης τῇ ποίμνῃ παρεῖχε.
Τοιαῦτα τῷ Ἁγίῳ κατὰ τῶν τῆς πονηρίας διαστρατηγοῦντι πνευμάτων, γίνεταί τις αὐτῷ ἄνωθεν ἔμπνευσίς τε καὶ ἔννοια θειοτέρα, μηδὲ τοῦ τῆς Ἀρτέμιδος ἀποσχέσθαι ναοῦ, ἀλλὰ καὶ αὐτῷ προσβαλεῖν καὶ τὰ ἴσα τοῖς προτέροις διαθεῖναι· ἦν γὰρ οὗτος τό τε κάλλος θαυμάσιος καὶ μεγέθει τοὺς ἄλλους ὑπερανεστηκώς, καὶ δαίμοσιν ἡδίστη διατριβή. Ὁρμῆς τοιγαροῦν ἐπὶ τουτονὶ τὸν ναὸν πλείονος αὐτὸν εἰσελθούσης, καὶ νεανικώτερον αὐτῷ ἐμβαλών, οὐχ ὅσα ὑπερανεστήκει τῆς γῆς, ἅπαντα καθῄρει μόνον, εἰς ἔδαφός τε κατέσειεν, ἀλλὰ καὶ ἐξ αὐτῶν κρηπίδων ἀνέσπα· καὶ τὸ ὅλον, τὰ μὲν ἐπὶ τοῦ ἀέρος μετέωρα τοῦ ναοῦ τῷ ἐδάφει ἐδίδου, τὰ δὲ κάτω καὶ ὑπὸ γῆν εἰς τὸν ἀέρα ἐῤῥίπτει. Οἵ γε μὴν πονηροὶ δαίμονες οὐδ᾿ οὕτως ὑπομεῖναι τὸν Ἅγιον δυνατοὶ ἦσαν, ἀλλὰ καὶ φεύγοντες φωνὰς ἠφίεσαν καὶ ὑπ᾿ αὐτοῦ ἀδικεῖσθαι ἰσχυρῶς διετείνοντο, καὶ τῶν ἰδίων ἄκοντες ἀπανίστασθαι. Καὶ οὕτω μὲν ταῦτα τῷ Ἁγίῳ ἐχώρει καὶ πέρας αὐτοῦ χρηστὸν ἡ κατὰ δαιμόνων ἐλάμβανε στρατηγία. Ἀλλὰ μεμνῆσθαι πάλιν ὁ λόγος καὶ τῶν ἄλλων αὐτοῦ βούλεται καὶ μὴ λήθῃ παραδοῦναι τὰ λόγου καὶ μνήμης ἄξια.
Ἤδη γὰρ Κωνσταντίνου τοῦ πρώτου βασιλέως τὸ εὐσεβεῖν ἑλομένου, τὴν Ῥωμαίων ἀρχὴν διοικοῦντος καὶ τούτου δὴ τοῦ μεγάλου Ἀρχιερέως τὸ περὶ αὐτὸν πλῆθος πρὸς ἀνάληψιν τῶν Ὀρθοδόξων ἀσκοῦντος δογμάτων καὶ πᾶν εἴ τι ἔκφυλον ἐν αὐτοῖς καὶ νόθον ῥίζαις αὐταῖς ἀποτέμνοντος, ἀθροίζεται μὲν κατὰ Νίκαιαν τὸ Ὀρθόδοξον ἅπαν, ἐφ᾿ ᾧ τὸν εὐσεβῆ τῆς Πίστεως ὅρον διαθεσπίσῃ, τὴν δὲ Ἀρείου βλάσφημον αἵρεσιν μακρὰν ἀπελάσῃ καὶ εἰρήνην πάσῃ βραβεύσῃ τῇ Ἐκκλησίᾳ, ὁμότιμον τῷ Πατρὶ τὸν Υἱὸν δογματίζοντες καὶ εἰς ἓν ἀμφότερα τὰ μέρη συνάπτοντες. Μέρος οὖν καὶ ὁ θαυμαστὸς οὗτος Νικόλαος τῆς ἱερᾶς γίνεται Συνόδου, γενναίως τε κατὰ τῶν Ἀρείου φλυαριῶν ἵσταται· καὶ διαλύσας πάντα καὶ κανόνα πᾶσι τῆς ὀρθῆς πίστεως ἀκριβῆ παραδούς, ἐκεῖθέν τε ἀναζεύγνυσι καὶ πρὸς τὴν οἰκείαν ἐπανήκει ποίμνην, τρέπων πάντας καὶ προάγων ἐπ᾿ ἀρετὴν καὶ θερμότερον τῆς διδασκαλίας ἁπτόμενος.
Λιμοῦ δέ ποτε κατὰ τὴν Λυκίαν περιέχοντος, ἐσπάνιζε τροφῆς καὶ ἡ Μυρέων καὶ τοῖς ἴσοις κακοῖς ἐπιέζετο. Ἐμπορείαν γοῦν τινὶ τῶν ναυτικῶν σίτου πεποιημένῳ, ἐπιφαίνεται νυκτὸς ὁ μέγας Νικόλαος, καὶ τρεῖς αὐτῷ χρυσοῦς εἰς ἀῤῥαβῶνα δούς, ἐν τῇ Μυρέων κατᾶραι καὶ ἀποδόσθαι τὸν σῖτον τοῖς ἐκεῖ ἐπισκήπτει. Διυπνισθεὶς τοίνυν ὁ ἔμπορος καὶ τοὺς χρυσοῦς παρὰ τῇ χειρὶ εὑρὼν καὶ τὴν ὄψιν εἰς νοῦν βαλλόμενος, τὸ γεγονός τε διὰ θαύματος ποιησάμενος, πρὸς τὰ Μύρα κατάγεται. Καὶ ὁ μέν, τὸν σῖτον ἐν τῇ πόλει διαπωλεῖ· οἱ δέ, ἐν αὐτῇ παραμύθιον τοῦ λιμοῦ τοῦτον εὑρόντες, Θεῷ καὶ τῷ μεγάλῳ Νικολάῳ κἀνταῦθα, ὥς περ δὴ καὶ πολλοῖς ἄλλοις, τὴν σωτηρίαν ἐπέγραφον.
Εἶτα στάσις ὑπὸ τῶν Ταηφάλων κατὰ Φρυγίαν ἀνάπτεται τὴν μεγάλην. Καὶ δῆτα πυθόμενος ὁ βασιλεὺς Κωνσταντῖνος καὶ κοινῇ συσκεψάμενος περὶ τούτου, τρεῖς ἅμα τοῖς ὑπ᾿ αὐτῷ στρατηλάταις, (Νεοποτιανὸς καὶ Οὖρσος καὶ Ἑρπυλίων αὐτοῖς τὰ ὀνόματα·) κατευνάσαι τὰ πράγματα, καὶ εἰς εὐταξίαν μεταγαγεῖν, εἰς Φρυγίαν ἐκπέμπει. Οἱ δέ, σὺν πολλῷ τάχει τῆς Κωνσταντίνου ἐξορμηθέντες, ἔν τινι τῶν Μυρέων λιμένι τῆς Λυκίων κατήχθησαν Ἐπαρχίας· Ἀδριάκις τὸ ἐπίνειον ἐκαλεῖτο. Πλεῖν τοίνυν οὐ παρέχοντος αὐτοῖς τοῦ πελάγους, βραχὺ πρὸς τῷ λιμένι διεκαρτέρουν. Ἐν τούτῳ δέ τινες τῶν ὑπ᾿ αὐτοὺς στρατιωτῶν ἐξίασι τοῦ πλοίου, τὰ πρὸς χρείαν αὐτοῖς ὠνησόμενοι. Οἷα δὲ φιλεῖ τὸ στρατιωτικὸν ἁρπαγῇ τῶν ἀλλοτρίων καὶ βίᾳ τὰ πολλὰ χαίρειν, τούτοις ἐχρῶντο κἀνταῦθα, καὶ κακῶς τὰ τῶν προσοίκων ἐποίουν. Εἶτα καὶ εἰς στάσιν ἐχώρει τὸ πρᾶγμα καὶ ταραχή τις πρὸς τῷ καλουμένῳ Πλακώματι ἀνεγήγερτο. Γνωσθὲν οὖν τῷ θαυμαστῷ Νικολάῳ, μηδὲ βραχὺ μελήσας, παρὰ τὸ ἐπίνειον ἧκεν. Ἐπειδὴ δέ τισιν ὀλίγοις γέγονε δῆλος, τῇ φήμῃ διὰ πάντων ἐφοίτα· καὶ παραχρῆμα ἡ πόλις αὐτῷ πᾶσα μετὰ τῶν στρατηλατῶν προσκυνήσοντες, ὡς ἔθος ὑπήντων. Ἐρωμένου τοίνυν τοὺς στρατηλάτας ἐφ᾿ ᾧ τε καὶ ὅθεν ἥκοιεν· ἐκεῖνοι, παρὰ βασιλέως ἀπεστάλθαι, εἶπον, ἐφ᾿ ᾧ τοῖς κατὰ Φρυγίαν τὰς στάσεις καλῶς διαθήσουσι. Καὶ ὅς, παραλαβὼν αὐτοὺς ἐν τῇ πόλει, φιλοτίμως ξενίζει· εἶτα τὸν θόρυβον ἐκεῖνοι κοιμίσαντες τῶν στρατιωτῶν, καὶ εὐλογίας τῆς παρ᾿ ἐκείνου ἀξιωθέντες, ἤδη πρὸς τῇ ἐξόδῳ ἦσαν.
Ἐν τούτῳ δὲ προσίασί τινες τῶν τῆς πόλεως τῷ Ἁγίῳ, καὶ θερμότατα τοῖς αὐτοῦ ποσὶ προσπεσόντες, ἀμύνειν ἀδικουμένοις ἀδέοντο καὶ λύσιν τῶν παρόντων ἠξίουν. Ὁ γὰρ ἡγεμὼν Εὐστάθιος, σὺν οἰμωγῇ καὶ δακρύοις ἔλεγον, χρήμασι τὴν ψυχὴν διαφθαρεὶς ὑπὸ τῶν φθόνου καὶ κακίας θεραπευτῶν, τρεῖς τῶν ἐν τῇ πόλει ἄνδρας, οὐδὲν ὅλως ἁμαρτῶντας, θανάτῳ κολάζει. Ὑπὲρ τούτων οὖν καὶ ἡ πόλις ἐλεεινῶς κόπτεται καὶ πενθεῖ καὶ τὴν σὴν ἐν πολλῇ τῇ λύπῃ παρουσίαν ἐπιβοᾶται· εἰ γὰρ παρῇς, οὐκ ἂν τοιοῦτον ὁ ἥλιος παρ᾿ αὐτῇ μῦσος ἐπεῖδε. Τούτων ὁ τοῦ Θεοῦ ἄνθρωπος καὶ τῆς ἐκείνου συμπαθείας μιμητής, ἀκούσας, σφύζει τε πρὸς ταῦτα τὴν ψυχήν, καὶ ἀνίσταται· καὶ τοὺς στρατηλάτας παραλαβὼν αὐτίκα, ὁδοῦ εἴχετο. Ἔν τινι γοῦν τόπῳ (Λέων δὲ οὗτος ἐκαλεῖτο) γενόμενος, ἐπυνθάνετο τῶν παριόντων, εἴτι περὶ τῶν ἀνδρῶν ἐκείνων εἴδοιεν καὶ ὅπου ἄρα τούτους ἀπολίποιεν. Οἱ δέ, κατὰ τοὺς καλουμένους, φασί, Διοσκόρους ἐν τῇ πλατείᾳ· καὶ ὅς, εὐθὺ τοῦ Μαρτυρείου τῶν ἁγίων Κρήσκεντος καὶ Διοσκορίδου ὁδεύων, ἐπειδὴ μαθὼν τούτους ἄρτι τὴν πύλην ὑπερβαίνοντας παρὰ τὸν Βηρᾶν ἄγεσθαι, (τόπος δὲ οὗτος τῶν καταδίκων ἐπιθανάτιος·) ἐπιτείνας τὴν πορείαν καὶ τὸ ἐνδέον τῷ γύρει τῷ διαπύρῳ τῆς καρδίας ἀναπληρώσας, ἐν βραχεῖ τὸν ὡρισμένον τόπον καταλαμβάνει· καὶ ὁρᾷ πολὺν μὲν ὄχλον περιεστῶτα, τοὺς ἄνδρας δὲ ὀπίσω, φεῦ· τὰς χεῖρας δεδεσμημένους καὶ τὰς ὄψεις κεκαλυμμένους, ἤδη δὲ πρὸς γῆν κεκλιμένους καὶ γυμνῷ τραχήλῳ καὶ διατεταμένῳ τὴν τομὴν ἀναμένοντας· ἐλεεινὸν θέαμα καὶ μηδὲ ὀφθαλμὸν δυνάμενον ἔχειν τοῦ πάθους μάρτυρα· αὐτὸν δὲ τὸν δήμιον τὸ ξίφος ἤδη διεσπασμένον καὶ φόνιόν τι καὶ μανικὸν βλέποντα καὶ ψιλῇ θέᾳ τὸ ἀπηνὲς ὑποφαίνοντα. Ταῦτα ὡς εἶδε, καὶ τῷ σκυθρωπῷ ἐκείνῳ θεάματι τὰς ὄψεις ἐπέβαλε, πραότητι τὸ αὐστηρὸν κεράσας, οὔτε θρασύ τι καὶ νεανικὸν ἄλλως ἐφθέγξατο, οὔτε ἀγενῶς προῆλθε καὶ ὑφειμένως· ἀλλ᾿ ὡς εἶχε δρομαίως ἐπὶ τὸν δήμιον παρελθών, τὸ ξίφος μὲν τῶν ἐκείνου χειρῶν ἀφαιρεῖται, οὐδὲν ὑποδείσας ἢ πτοηθείς· ῥίπτει δὲ αὐτὸ κατὰ γῆς καὶ τοὺς ἄνδρας τῶν κατεχόντων δεσμῶν ἀνίστησι. Ταῦτα μετὰ πολλῆς δρῶντα τῆς αὐθεντίας, οὐδεὶς ἦν ὁ κωλύων, τὸ περιὸν οἶμαι τῆς ἀρετῆς εἰδότες καὶ τὸν ὑπὲρ τοῦ δικαίου ζῆλον αὐτοῦ δυσωπούμενοι. Τοῖς μὲν οὖν σωθεῖσιν, ἡ χαρὰ θερμὰ ἐκίνει τὰ δάκρυα, καὶ ἀθρόον τι ἐκ μεταβολῆς καὶ εὔθυμον ἀνεβόων. Τὸ δὲ πεδίον ὅλον θέατρον ἦν, εὐφήμουν τε πάντες καὶ ἐῤῥήγνυντο ἐπὶ τῇ βοῇ, πρὸς τὴν ὄψιν ὧν ἐτεθέαντο.
Ἐνταῦθα ὁ ἡγεμὼν Εὐστάθιος ἐπιφαίνεται· ἀλλὰ καὶ φανέντα τοῦτον ὁ μέγας περιορᾷ, καὶ προσερχόμενον ἀπωθεῖται, κατειπεῖν τε αὐτοῦ πρὸς τὸν βασιλέα καὶ καλέσαι κατ᾿ αὐτοῦ τὸν Θεὸν καὶ ὅλως κακοῖς περιβαλεῖν ἐσχάτοις τὸν ἄνδρα ἠπείλει, ἀδικώτατα οὕτω τῇ ἀρχῇ χρώμενον καὶ μεγάλοις ἐπιχειροῦντα κακοῖς. Ὁ δὲ δεινῶς τε τοῖς τῆς μεταμελείας κέντροις ἐβάλλετο καὶ τῷ συνειδότι πάνυ σφόδρα τὴν καρδίαν ἐδάκνετο· ταῦτά τοι καὶ δακρύοις τὸν ἔλεον ἐθηρᾶτο καὶ ἱκέτης ἐγίνετο καὶ ὑπὸ ψυχῆς ὅλης ἐδεῖτο, διαλλαγῆναι αὐτῷ τὰ πρὸς τὸν μέγαν Νικόλαον. Εἶτα καὶ τὴν αἰτίαν ἐπὶ Σιμωνίδην καὶ Εὐδόξιον τοὺς Μυρέων πρωτεύοντας μετετίθει· τὸν δὲ ἄρα ψευδόμενον οὐκ ἐλάνθανεν· ᾔδει γὰρ ἀκριβῶς, ὅτι χρυσίῳ διαφθαρείς, θάνατον κατέκρινε τῶν ἀθώων. Ἐκεῖνοι μὲν οὖν ὅλοι τῆς πρὸς αὐτὸν εὐχαριστίας ἐγίνοντο καὶ πολὺς ὁ τοῦ Χριστοῦ θεράπων ὑπὸ τῆς αὐτῶν γλώττης ᾔδετο καὶ τὸ ἔργον οὐκ ἄλλου τινὸς ὡμολόγητο.
Οἱ μέντοι στρατηλάται τῶν αὐτοῦ θείων εὐχῶν ἐξιωθέντες καὶ ταύτας καλὸν ἐφόδιον ἐπαγόμενοι, πρὸς τὴν Φρυγίαν ἀφίκοντο. Καὶ διαθέμενοι τὰ ἐν αὐτῇ πάντα εἰς δέον, καὶ ὅσα παρὰ τοῦ βασιλέως ἐντέταλτο αὐτοῖς τελεσάμενοι, πρὸς τὸ Βυζάντιον ἐπανῆκον. Τούτοις ὑποδοχὴ φιλότιμος καὶ πολυτελὴς πρός τε τοῦ βασιλέως, καὶ τῶν ἐν τέλει γίνεται, καὶ τοῦ λοιποῦ περὶ τὰ βασίλεια διῆγον, ἀπόβλεπτοι καὶ περιφανεῖς καὶ πολλή τις ἦν ἡ περὶ αὐτοὺς θεραπεία· οὐκ ἔμελλε δὲ ταῦτα πράως οἴσειν ὁ φθόνος, οὐδὲ βασκάνων ὀφθαλμοῖς φορητὰ γενέσθαι. Ὅθεν καὶ προσελθόντες τινὲς τῷ ἐπάρχῳ τῆς πόλεως, ἅτε παρευδοκιμούμενοι παρ᾿ αὐτῷ, δεινὴν πλέκουσι κατ᾿ ἐκείνων συκοφαντίαν, οὐ χρηστὰ λέγοντες βεβουλεῦσθαι τοὺς στρατηλάτας, οὐ δὲ μὴν εἰς ἀγαθὸν περιστῆναι τέλος τὴν ἐκείνων ὁρμήν· νεωτέροις γὰρ ἐπιχειροῦσι πράγμασιν, ὅσα ἡμῖν εἰς ἀκοὰς ἧκε, καὶ πονηρὰ τεκταίνουσι κατὰ βασιλέως. Οὕτω τῶν ἀνδρῶν κατειπόντες καὶ χρυσίῳ πολλῷ τὸν ἔπαρχον ὠνησάμενοι, τὰς βασιλικὰς δι᾿ ἐκείνου φθείρουσιν ἀκοάς· εὐθὺς γὰρ εἰς ὄψιν αὐτὸς τῷ βασιλεῖ γενόμενος, διέξεισί τε ἃ παρ᾿ ἐκείνων ἀκούσας καὶ πείθει ἐρήμῃ δίκῃ ὑπ᾿ αὐτοῦ ἁλῶναι τοὺς ἄνδρας· τέως δ᾿ οὖν φυλακῇ δοθῆναι, μὴ λαθόντας, φησί, δράσωσιν, ἃ πάντως μεμελετήκασι. Γέγονε μὲν οὕτω· καὶ τοὺς ἄνδρας εἶχεν ἡ φυλακή, οὐδ᾿ αὐτὸ τοῦτο εἰδότας, ὅτου χάρι τῇ φυλακῇ παρεδέδοντο· τοσοῦτον ἀπεῖχον τοῦ πονηρόν τι βουλεύσασθαι κατὰ βασιλέως. Χρόνος ὁ μεταξὺ συχνός, καὶ πάλιν ἡ πονηρία, καθάπερ οὐκ ἀρκουμένη τοῖς προλαβοῦσι, τὸ ἐλλεῖπον ἀναπληροῖ.
Διῆγον μέντοι οὕτως οἱ ἄνδρες τῇ φυλακῇ προσκακοπαθοῦντες. Οἱ συκοφάνται δέ, ἐπειδὴ ὑποῤῥέοντα τὸν χρόνον ἑώρων, δείσαντες, μήπου τι τῶν ἀδοκήτων συμβάν, ἐλέγξῃ μὲν τὰ τοῦ δράματος, περιτραπῇ δὲ κατ᾿ αὐτῶν ὁ κίνδυνος, προσίασι τῷ ἐπάρχῳ πάλιν, καὶ ὄχλου πλείονος γίνονται, μὴ οὕτως ἐᾶσαι τὰ τῶν ἀνδρῶν, ἀλλ᾿ ἀξίαν αὐτοῖς τὴν δίκην ἐπενεγκεῖν. Ἐκεῖνος τοίνυν ὑπὲρ τοῦ χρυσοῦ δεδοικώς, μὴ καὶ ἀφαιρεθείη τοῦτον, πέρας τῶν ὑποσχεθέντων οὐκ εἰληφότων, πρόσεισι τῷ βασιλεῖ καὶ αὖθις, τῇ τε τοῦ προσώπου ἐνστάσει καὶ τῷ σκυθρωπῷ τῆς ὄψεως, κακῶν ἄγγελος ἥκειν δοκῶν καὶ ἅμα δῆλος εἶναι βουλόμενος τῆς ἐκείνου ζωῆς ἐκ παντὸς φροντίζων καὶ εὐνοϊκῶς ἔχων καὶ πιστότατα πρὸς αὐτὸν διακείμενος. Ἔνθεν τοι καὶ ποικίλως αὐτὸν ὑποτρέχει καὶ ὑποκάθηται ῥήμασιν. Οἱ κατὰ τοῦ σοῦ κράτους, Δέσποτα (εἰρηκώς), πονηρὰ μεμελετηκότες, ἀνθ᾿ ὧν παρ᾿ αὐτοῦ ἀπέλαυσαν ἀγαθῶν, οὐδὲ ἐν τῇ φυλακῇ ὄντες ἀφίστανται τῆς ἴσης μελέτης, οὐδέ τις αὐτοὺς αἱρεῖ μεταμέλεια, ἀλλ᾿ ἐμμένουσι καὶ νῦν τοῖς προτέροις καὶ τὰ αὐτὰ πάλιν κακούργως ῥάπτουσι. Νῦν οὖν, εἰ μέν ἐστι ὅπως αὐτοὺς ἀξίως τιμωρησαίμεθα· εἰδ᾿ οὔ, ἄλλα σκεπτέον, μὴ αὐτοὶ προλαβόντες ἡμᾶς, κακῶς διαθῶνται. Θορυβοῦσι ταῦτα τὸν βασιλέα καὶ εἰς ὑπονοίας ἐμβάλλουσιν. Ἀμέλει καὶ ἀπολῦσαι φροντίδων τοὺς λογισμοὺς καὶ μὴ τρέμειν εἰς τὸ μέλλον καὶ δεδοικέναι βουλόμενος, θάνατον κατακρίνει τῶν ἀναιτίων.
Ὥριστο τοίνυν τὸ θανεῖν αὐτοὺς εἰς τὴν ἐπιοῦσαν· ἡ γὰρ ψῆφος ἑσπέρας ἐδέδοτο· καὶ τῷ δεσμοφύλακι δυστυχὴς ἄγγελος ἧκε τῆς καταδίκης καὶ πάντα μηνύει τὰ κατ᾿ αὐτούς· ὁ δὲ πολλὰ πρότερον ἐφ᾿ ἑαυτοῦ θρηνήσας τὴν συμφοράν, (ἦν γάρ, ὡς ἔοικε, πολλῷ τοῦ ἐπάρχου φιλανθρωπότερος, ἄλλως τε καὶ φίλος αὐτοῖς ἤδη καὶ συνήθης γενόμενος·) εἶτα καὶ τοῖς ἀνδράσι πενθῶν πρόσεισι, καί, ὄφελον, ἔλεγε, μηδὲ τὴν πρώτην ὑμῶν εἰς λόγους ἦλθον, μηδὲ τοσοῦτον διετρίψατε παρ᾿ ἐμοὶ χρόνον, μηδὲ τραπέζης ὑμῖν, μηδὲ ἁλῶν ἐκοινώνησα· ῥᾷον γὰρ ἂν ὑπέστην τὴν συμφοράν, ἧττον ἤλγησα τὴν διάζευξιν, οὐκ ἄν μου τὸ πάθος οὕτω καθίκετο τῆς ψυχῆς· αὔριον γὰρ ἀπ᾿ ἀλλήλων διαζευγνύμεθα τὴν πικράν, οἴμοι! καὶ τελευταίαν διάζευξιν, καὶ οὐκ ἂν ὑμῶν ἔτι τὴν ποθεινὴν ὄψομαι θέαν· οὐ λαλούντων ἀκούσω, οὐκ ἄρτον κοινὸν παραθήσομαι· ἀναιρεθῆναι γὰρ ἐκελεύσθητε. Ἀλλ᾿ εἴ τι καὶ περὶ τῆς οὐσίας βούλεσθε διαθεῖναι τῆς ὑμετέρας, ἤδη καιρός, μὴ καὶ φθάσῃ τὴν ὑμῶν γνώμην ὁ θάνατος. Ταῦτα μὲν εἶπε θρηνῶν καὶ τὸν θάνατον ἐκείνων πικρῶς ὀδυρόμενος.
Οἱ δέ, (τί γὰρ ἂν καὶ ἔδρασεν ἐπὶ τούτοις ψυχή, μηδὲν ἑαυτῇ θανάτου ἄξιον συνειδυῖα;) περιεῤῥήγνυντό τε τὰς ἐσθῆτας καὶ τὰς τρίχας ἀθλίως ἐτίλλοντο· ἵνα τί δὲ ἡμεῖς τὸν τῶν κακούργων ὑποστησόμεθα θάνατον; τί καὶ θανάτου ἄξιον εἰργασμένοι; Τοὺς οἰκείους ὀνομαστὶ ἐκάλουν, τοὺς συγγενεῖς, τοὺς συνήθεις· ἐπεμαρτύροντο Θεὸν τοῖς παροῦσι· τὸν θάνατον ἤδη πρὸ τῶν ὀφθαλμῶν ἐφαντάζοντο. Οὕτω πικρῶς ἐποδυρομένων καὶ τὴν συμφοράν, φεῦ! περιπαθῶς θρηνούντων, ἕτερος αὐτῶν, Νεποτιανὸς τοὔνομα, εἰς μνήμην ἥκει Νικολάου, καὶ ὅπως ἐν τοῖς Μύροις ἀνδρῶν ἐκεῖνος τῶν τριῶν προέστη, καὶ θανάτου ἐξείλετο, σωτὴρ αὐτοῖς ἐκ παραδόξου καὶ ἀγαθὸς προστάτης γενόμενος.
Ταῦτα πρὸς ἀλλήλους αὐτοῖς διομιλουμένοις, (εὑρετικὸν γὰρ ἀνάγκη, πρὸς πολλὰς ἐννοίας ἐγείρουσα, καὶ ψυχῶν μεσῖτις·) κἀκείνοις τὰ πρὸς Θεὸν Νικόλαος παρελαμβάνετο· καί, Κύριε, ὁ Νικολάου Θεός, ὁ τοὺς τρεῖς ἄνδρας πρότερον ἀδίκου θανάτου ῥυσάμενος, ἔπιδε καὶ νῦν ἐφ᾿ ἡμᾶς, ἔλεγον, ὅτι ὁ βοηθῶν ἐν ἀνθρώποις οὐκ ἔστιν· ἰδοὺ γὰρ συνέχεται ἡμῖν ἡ καρδία καὶ αἱ θλίψεις αὐτῆς ἐπληθύνθησαν ἐφ᾿ ἡμᾶς, καὶ οὐδεὶς ὁ ἐξάγων ἡμᾶς ἐκ τοῦ πειρασμοῦ· ἰδοὺ καὶ ἡ φωνὴ πρὸ τῆς ψυχῆς ἡμᾶς ἐπιλείπει, καὶ ἡ γλῶττα τῷ πυρὶ τῆς καρδίας ξηραίνεται, καὶ οὐκέτι σοι οὐδὲ προσενεγκεῖν δυνάμεθα δέησιν. Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε· μὴ παρόψῃ τὴν ἀδικίαν, μὴ ὑπερίδῃς τὸν ἄδικον θάνατον. Ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς τῶν ζητούντων ἡμῶν τὴν ψυχήν, καὶ σπεῦσον εἰς τὴν βοήθειαν ἡμῶν· αὔριον γὰρ θανατούμεθα.
Τούτοις προσχὼν ὁ τοὺς φοβουμένους αὐτόν, ὡς τέκνα Πατήρ, οἰκτείρων, ἐξαποστέλλει βοήθειαν αὐτοῖς ἐξ Ἁγίου τὸν οἰκεῖον θεράποντα. Καὶ τῆς νυκτὸς ὄναρ τῷ βασιλεῖ ὁ θαυμαστὸς Νικόλαος ἐπιστάς, Βασιλεῦ, ἔφη, τὸ τάχος ἀναστάς, τοὺς κατεχομένους τρεῖς παρὰ τῇ φυλακῇ στρατηλάτας ἄνες· μάτην γὰρ ἐσυκοφαντήθησαν· εἶτα καὶ ἣν πάσχουσιν ἀδικίαν ἐξετραγῴδει καὶ τὰ τοῦ δράματος διεξίει σὺν ἀκριβείᾳ· εἰδ᾿ οὔ, πόλεμον κινήσειν καὶ κακῶς αὐτὸν ἀπολεῖν καὶ τὰ ἔσχατα δρᾶσαι ἠπείλει. Καταπλαγεὶς τοίνυν ὁ βασιλεὺς τὴν τοῦ ἀνδρὸς παῤῥησίαν, τῇ τε ἄλλῃ, καὶ ὅτι ἀωρὶ τῶν νυκτῶν οὕτω τῶν βασιλείων ἔνδον ἐγένετο. Ἀλλὰ τίς, ἤρετο, σὺ ὁ τοιαῦτα τῷ ἐμῷ κράτει ἐπισείων καὶ διαπειλούμενος; Ὁ δέ, Νικόλαος, ὁ ἐν τῇ Μυρέων Μητροπόλει, ἔφη. Καὶ αὐτίκα ὁ μὲν ὑπὸ τῆς ὄψεως διαταραχθεὶς ἀνίσταται. Ὁ δὲ Ἅγιος ἐπίσης καὶ τῷ ἐπάρχῳ Ἀβλαβίῳ καθεύδοντι ἐπιφαίνεται, καὶ τὰ αὐτὰ περὶ τῶν ἀνδρῶν ἐπισκήπτει, Ἀβλαβίῳ δὲ ἐρομένῳ καὶ αὐτῷ, ὅς τις εἴη, Νικόλαος, ἀπεκρίνατο, τοῦ Χριστοῦ δοῦλος. Διυπνισθεὶς τοίνυν Ἀβλάβιος, ἔστρεφέ τε τῷ νῷ τὴν θέαν, καὶ τί ποτε ἄρα τὸ φανέν, καὶ ὅ,τι δηλοῦν ἐσκόπει. Καὶ αὐτίκα ἥκει τις πρὸς αὐτὸν παρὰ βασιλέως μηνύων, ἅπερ ὁ βασιλεὺς ἐν ὕπνῳ ἐθεάσατο. Καὶ ὃς πάλιν ἀπαγγέλλει τὴν ὄψιν καὶ τὰ φανέντα αὐτῷ ἅπαντα διεξίει.
Πρὸς τὸ παράδοξον τοίνυν ἐκεῖνο τῆς θέας ἄμφω καταπλαγέντες, ὅτε βασιλεὺς καὶ ὁ ἔπαρχος, καὶ ὅπως, ὥσπερ ἀπὸ συνθήματος, ἡ αὐτὴ ὄψις ἑκατέρῳ ἐφοίτησεν, ἐπειδὴ τὸ ὄνειρον συμβαλεῖν οὐκ εἶχον, μετακαλεσάμενος ἀπὸ τῆς φυλακῆς τοὺς στρατηλάτας ὁ βασιλεύς, Τίσι, φησί, μαγείαις χρησάμενοι, τοιούτους ἡμῖν ἀπεπέμψατε τοὺς ὀνείρους, πόλεμον οὕτω σφοδρὸν ἐπισείοντας, καὶ τὰ μεγάλα καθ᾿ ἡμῶν ἀπειλοῦντας; Οἱ δέ, μηδὲν τοιοῦτον ἐν ἑαυτοῖς συνειδότες, νεύμασιν ἀλλήλους ἠρώτων, εἴτι ἄν τις αὐτῶν εἰδείη, ἐκπεπληγμένον ἕκαστος ἑκάστῳ τὸν ὀφθαλμὸν ἐπιβάλλοντες. Ὁ βασιλεὺς τοίνυν οὕτω τοὺς ἄνδρας ἔχοντας ἰδών, ἐπὶ τὸ πραότερον μεταβάλλει, καὶ προσχὼν αὐτοῖς, ἀποκρίνασθαι πρὸς ταῦτα κελεύει.
Οἱ δέ, δακρύων τοὺς ὀφθαλμοὺς πληρώσαντες καὶ συνεχὲς ἀναβλύζοντες, Ἡμεῖς, εἶπον, ὦ βασιλεῦ, οὔτε μαγείαν, ὅ,τι ποτ᾿ ἐστὶν οἴδαμεν, οὔτε κατὰ τοῦ σοῦ κράτους δεινόν τι ἐμελετήσαμεν· μάρτυς ὁ πάντας ὁρῶν ὀφθαλμός. Εἰδὲ μὴ οὕτω ταῦτα, ἀλλά τι πονηρὸν ἡμῖν ἔσκεπται κατὰ σοῦ, μηδένα, ὦ βασιλεῦ, μηδένα καθ᾿ ἡμῶν λάβῃς ἔλεον· μή, πρὸς τῆς Τριάδος αὐτῆς, μηδὲ ὅλου φείσῃ τοῦ γένους ἡμῶν· ἀλλ᾿ εἴτι καὶ θανάτου βαρύτερον, ἀποφῆναι καθ᾿ ἡμῶν. Ἡμῖν, ὦ βασιλεῦ, οὗτος ἐκ πατέρων κλῆρος ὑπῆρξε, τὸν βασιλέα τιμᾶν καὶ τὴν εἰς αὐτὸν εὔνοιαν τοῦ παντὸς προτιμᾶν· εἴ δέ τις ταῦτα παραβαίνοι, ζημιοῦν αὐτὸν τὰ μεγάλα καὶ ὡς πολεμίῳ τὸ λοιπὸν χρῆσθαι. Ὥς τε ἀμελοῦντες ἑαυτῶν, τὴν σήν, ὦ βασιλεῦ, ἐβλέπομεν σωτηρίαν· ὅθεν καὶ ἀμοιβαὶ φιλότιμοι παρὰ τῆς σῆς ἡμῖν ἠλπίζοντο δεξιᾶς. Ἐπειδὴ δὲ καὶ πολεμία χεὶρ κατὰ τοῦ σοῦ κράτους ἐκινεῖτο καὶ τοιαύτην ἀνδρῶν ἀρετὴν ὁ καιρὸς ἐζήτει, τοὺς ἄλλους παραδραμών, ὅσοι τοῦ αὐτοῦ ἡμῖν ἐτύγχανον ἀξιώματος, ἡμᾶς, ὡς οὐκ ὄφελον, προείλου, καὶ τὴν πρὸς ἐκείνους ἡμῖν ἐνεχείρισας φροντίδα. Ταῦτά τοι καὶ πρόθυμοι τῷ σῷ προστάγματι εἵξαμεν καὶ τὰ πρὸς τοὺς ἐχθροὺς ἐπανειλόμεθα καὶ τὴν οἰκείαν ἀρετὴν (σὺν Θεῷ δὲ εἰρήσθω) ἐπὶ τῶν ἔργων ἱκανῶς παρεστήσαμεν. Ὅπερ οὖ οἶδ᾿ ὅτι πάντες συμφήσουσι, τοῦτο τὴν εὐδαιμονίαν πρότερον ἡμῖν παρασχόν, νῦν καθ᾿ ἡμῶν ὁ φθόνος ὁπλίζει, καὶ κρινόμεθα, φεῦ! ὡς ὁρᾷς, καὶ τὰ ἔσχατα πείσεσθαι προσδοκῶμεν. Ὥς τε περιέστηκεν ἡμῖν, ὦ βασιλεῦ, ἡ τῆς πρὸς σὲ εὐνοίας ἀπόδειξις, μείζονος τιμωρίας ὑπόθεσιν εἶναι· καὶ ἀντὶ δόξης ἐλπιζομένης καὶ ἀμοιβῶν, θανάτου φόβος ἡμᾶς ἔχει καὶ καταδίκης, ἐπὶ τῷ τελευταίῳ τούτῳ καὶ δυστυχεῖ κατορθώματι. Πῶς ταῦτα, Ἥλιε, πῶς ταῦτα, Δίκη, φέρεις ὁρᾶν;
Τούτοις ὁ βασιλεὺς κατακλασθεὶς τὴν ψυχήν, δῆλος ἦν μεταμελόμενος ἐπὶ τῇ ἐκείνων ὕβρει· ἔτρεμε γὰρ τὰ τοῦ Θεοῦ δικαιώματα καὶ τὴν ἁλουργίδα ᾐσχύνετο, μή, νομοθετῶν ἄλλοις, αὐτὸς εὐθύνας ὑπόσχῃ τῆς κρίσεως. Εὐθὺς οὖν ἐπιεικὲς ὁρᾷ πρὸς αὐτοὺς καὶ ἡμερώτατα φθέγγεται.
Οἱ δὲ τὰς ψυχὰς πρὸς τὸν λόγον διαναστάντες, ἐπειδὴ καὶ τὸ ἐνδόσιμον τῆς παῤῥησίας αὐτοῖς ἐδόθη παρὰ τοῦ βασιλέως, ἐδημοσίευον τὸν θησαυρόν, οὐκ ἔκρυπτον τὴν ἐλπίδα. Καί, Κύριε, ὁ τοῦ σοῦ Νικολάου Θεὸς μέγας, ἐβόων, ὁ τοὺς τρεῖς ἄνδρας ποτὲ τοῦ ἀδίκου θανάτου διασωσάμενος, ἐξελοῦ καὶ ἡμᾶς δι᾿ αὐτοῦ τοῦ ἐπηρτημένου τούτου κινδύνου. Ἁρπάζει τὸν λόγον ὁ βασιλεὺς καί, Τίς οὗτός ἐστιν ὁ Νικόλαος; ἔφη, καὶ πῶς, καὶ τίνας ἔσωσεν; εἴπατε. Νεποτιανὸς οὖν αὐτίκα πάντα διέξεισιν αὐτῷ κατὰ μέρος. Ὁ δὲ βασιλεύς, τῇ περὶ τὸ Θεῖον καὶ τοὺς αὐτοῦ θεράποντας τιμῇ καὶ προτοῦ καλλυνόμενος, οὐδ᾿ ἐνταῦθα γοῦν λήθην τῆς οἰκείας ἐλάμβανεν ἀρετῆς· ἀλλ᾿ ὁμοῦ τε περὶ τοῦ ἀνδρὸς ἀνηγγέλῃ καὶ οὐδὲ πολλῶν ἐδεήθη λόγων· ἀλλ᾿ εἰς τὴν φανεῖσαν ὄψιν αὐτῷ ἐπὶ πλέον ἀνενεγκὼν καὶ τὴν ὑπὲρ τῶν ἀδικουμένων παῤῥησίαν καὶ τὸν πολὺν ἐκεῖνον ζῆλον ὑπερθαυμάσας, συγγνώμης τε ἀξιοῖ τοῦς ἄνδρας· καί, Οὐκ ἐγώ, φησίν, ἡμῖν χαρίζομαι τὴν ζωήν, ἀλλ᾿ ὃν ὑμεῖς εἰς βοήθειαν ἐκαλέσατε καὶ ὃς οὐδὲ καθεύδειν εἴα ἡμᾶς, προστατῶν ὑμῶν καὶ κηδόμενος. Ἄπιτε τοιγαροῦν παρ᾿ αὐτόν, καὶ κειράμενοι τὴν κόρη, τὰ τῆς εὐχαριστίας ἀπόδοτε· ἀπαγγείλατε δὲ καὶ παρ᾿ ἡμῶν, ὅτι τὸ κελευσθὲν ἰδοὺ πεποίηκα· μὴ ἀπειλείτω μοι.
Ταῦτα εἶπε, καὶ χρυσοῦν Εὐαγγέλιον καὶ σκεῦός τι ἕτερον χρυσοῦν, καὶ αὐτὸ ἐκ λίθων τιμίων συγκείμενον, καὶ κηριόλους δύο χρυσοῦς δίδωσιν αὐτοῖς, ἐντειλάμενος ἀναθῆναι ταῦτα τῷ ἐν Μύροις Ναῷ. Οὕτω καὶ αὐτοὶ παραδόξου σωτηρίας ἐπιτυχόντες, εὐθὺς ὁδοῦ τε ἥψαντο, καὶ περιχαρεῖς εἰς τὸν Ἅγιον ἥκουσιν, ἄσμενοί τε αὐτὸν εἶδον, καὶ δῆλοι ἦσαν, ὑπὸ τῆς ἄγαν ἡδονῆς, πρόθυμοι εἶναι καὶ αὐτὴν προέσθαι τὴν χαρισθεῖσαν αὐτοῖς ζωήν, ὥς τε ἀξίαν ἀποδοῦναι τὴν εὐχαριστίαν τῷ οὕτως εὐεργετήσαντι· εἶτα καὶ τὰ τοῦ βασιλέως ἀνατιθέασι, Κύριε, Κύριε, τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, ἠρέμα ὑποφωνοῦντες, μηδὲ αὐτοὺς ἀγεύστους τῆς ἡδονῆς τοὺς πένητας ἀφιέντες, ἀλλὰ καὶ τούτους τοῖς οὖσι δεξιωσάμενοι.
Ταύτῃ τοιγαροῦν ἐπὶ τῶν ἔργων τοῦ Θεοῦ τὸν οἰκεῖον θεράποντα μεγαλύνοντος, ὑπόπτερος ἡ περὶ αὐτοῦ φήμη διαρθεῖσα, πανταχοῦ τε ἔθνους, καὶ πάντα περιελάμβανε, πέλαγός τε διέβαινε καὶ κατὰ θαλάσσης ἐφέρετο καὶ οὐδένα τόπον ἀνήκοον τῶν μεγάλων τοῦ ἀνδρὸς χαρίτων ἠφίει.
Ναῦται γοῦν ποτε κλύδωνι περιπίπτουσι χαλεπῷ· οἳ τῆς ἐν χερσὶν ἀπογνόντες σωτηρίας, ἐπειδὴ τὸν μέγαν Νικόλαον, ὀξεῖαν ἐπὶ τοῖς παρ᾿ ἐλπίδα βοήθειαν ὑπὸ τῆς φήμης ἐμάνθανον, ὅλοι τῆς δεήσεως τῆς πρὸς αὐτὸν γίνονται, τοῦτόν τε κατὰ τοῦ κλύδωνος ἐκάλουν καὶ αὐτῷ τὰς χεῖρας ὤρεγον καὶ μόνης ἐξείχοντο τῆς παρ᾿ αὐτοῦ βοηθείας. Καὶ ὅς, οὐδὲ βραχὺ μελήσας, ἐπιπηδᾷ εὐθὺς τῇ νηί, καὶ φανερὸς τοῖς ἐκείνων γενόμενος ὀφθαλμοῖς. Ἰδού, κεκλήκατέ με, φησί, καὶ βοηθήσων ὑμῖν πάρειμι. Εἶτα θαῤῥεῖν αὐτοῖς διακελευσάμενος, τοῦ πηδαλίου τε λαμβάνεται ὑπὸ τῇ πάντων ὄψει καὶ ταύτῃ τὴν ναῦν ἰθύνειν ἑῴκει. Εἶτα καὶ τῇ θαλάσσῃ ἐπιτιμήσας, τὰς τρικυμίας αὐτοῖς καὶ τοὺς στροβίλους καὶ τὰ ἄλλα τὰ ἐκ τοῦ χειμῶνος κοιμίζει κακά, ὥσπερ δὴ καὶ ὁ ἐμὸς Ἰησοῦς τὸ πρότερον· καὶ οὕτως ἥμερον καὶ γαληνὸν αὐτοῖς δίδωσι πλοῦν.
Ὡς οὖν πράῳ τῷ πνεύματι φερομένους ἡ χέρσος αὐτοὺς ὑπεδέχετο, τῆς νηὸς ἀποβάντες, τὸν διασωσάμενον τοῦ κινδύνου αὐτοὺς ἠπείγοντο φθάνειν. Εἶτα, μαθόντες εἰς τὴν Ἐκκλησίαν αὐτὸν οἴχεσθαι, ἀπίασι παρὰ τὸν Ναόν. Ὁ μὲν οὖν μέρος ἑαυτὸν τοῦ κλήρου ποιήσας, εἱστήκει μετὰ τῶν ἄλλων· οἱ δέ, ὡς ἐπέβαλον αὐτῷ τὰς ὄψεις, μήπω τούτοις γνωσθέντι πρότερον, ἀπὸ γοῦν τῆς ἐν τῷ πελάγει ἐπιφανείας εἰς ἐκεῖνον εὐθὺς ἀνέφερον· καὶ προσδραμόντες, προσπίπτουσιν αὐτοῦ τοῖς ποσί· καὶ ἡ γλῶττα μὲν εἰς εὐχαριστίαν αὐτοῖς ἐκινεῖτο, συνεφθέγγετο δὲ ταύτῃ καὶ ἡ ψυχή, ὧν τε ἔπαθε καὶ ὅπως ἐῤῥύσθη μιμνησκομένη, δάκρυά τε διὰ τῶν ὀφθλαμῶν προΐει τῶν λεγομένων μάρτυρας· εἶτα καὶ τοῖς παροῦσι κατὰ μέρος τὸ τοῦ δράματος διηγοῦντο.
Ὁ θαυμαστὸς τοίνυν Νικόλαος, κινδύνου ῥύεσθαι τοῦ τῆς ψυχῆς οὐχ ἧττον εἰδώς, ὃ καὶ τῆς πλείονος μᾶλλον ἠξίου μερίμνης, ἐπειδὴ τῷ διορατικῷ τοῦ Πνεύματος χαρίσματι, μοχθηρίαν αὐτοῖς ὑποκαθημένην ἑώρα, πόῤῥω Θεοῦ καὶ τῶν ἐκείνου βάλλουσαν ἐντολῶν, Ἐπίγνωτε ἑαυτούς, ἔλεγε, παρακαλῶ, τέκνα· ἐπίγνωτε, καὶ τὰς καρδίας ὑμῶν καὶ τὰ τοῦ νοῦ κινήματά τε καὶ διανοήματα, εἰς εὐαρέστησιν ἀπευθύνατε τοῦ Θεοῦ. Κἂν γὰρ τοὺς πολλοὺς λανθάνωμεν καὶ χρηστοὶ δοκῶμεν, ἀλλ᾿ ἐκεῖνόν γε πάντως οὐδὲν λήσεται τῶν ἡμετέρων. Ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, φησί, Θεὸς δὲ εἰς καρδίαν, ἠκούσατε καὶ τοῦτο τῆς Γραφῆς λεγούσης· Μὴ ποιεῖτε κακὰ καὶ οὐ μὴ καταλάβῃ ὑμᾶς κακά. Μάθετε δὲ μᾶλλον εὖ ποιεῖν καὶ τὸν ἁγιασμὸν τοῦ σώματος ὅλῃ προθέσει καταδιώξατε· ναὸς γὰρ ὑμεῖς Θεοῦ. Ὃς δὲ φθείρει τὸν ναὸν τοῦ Θεοῦ, φθερεῖ αὐτὸν ὁ Θεός· Παῦλος ταῦτα ὁ θεῖος φησίν· Οὕτω ποιεῖτε, καὶ τοῦ λοιποῦ ἕξετε βοηθὸν ἄμαχον τὸν Θεόν.
Ἀρκεῖ μοι τὰ εἰρημένα, ἣν οὗτος ἐπλούτει παρὰ Θεοῦ ῥοπήν, ἱκανῶς παραστῆσαι· ἀλλ᾿ οὐκ οἶδ᾿ ὅπως ἡ περὶ αὐτοῦ μνήμη οὐδ᾿ ἐνταῦθα στῆναι τὸ ὅλον ἀνέχεται, ἀλλ᾿ εἰμὴ καὶ τὰ λειπόμενα προσθήσει, ζημίαν τίθεται τὴν μεγίστην. Λόγος δέ τις ἄνωθεν τοῦ χρόνου καὶ εἰς ἡμᾶς φοιτήσας, τὸν μακάριον τουτονί, πρεσβυτικὸν μὲν τὸ ἦθος, ἀγγελικὸν δὲ τὴν θέαν, ἁγιασμοῦ δὲ καὶ χάριτος ἀποπνέοντα θείας ὑπογράφει· προστίθησι δὲ καὶ ταῦτα περὶ αὐτοῦ. Ὡς εἴ τις αὐτῷ καὶ ἐντύχοι, πολλὴ τῷ ὄντι αὐτίκα, καὶ παρὰ μόνης τῆς ἐκείνου θέας, ἐπίδοσις πρὸς τὸ βέλτιον καὶ μεταβολή τις ἐγίνετο. Καὶ ἕκαστος δὲ πάθει τινὶ καὶ λύπῃ βαρυνόμενος τὴν ψυχήν, ὡς μόνον αὐτῷ ἀτενίσειεν, ἱκανὴν εὕρισκε τοῦ λυποῦντος παραμυθίαν. Ἐξίει δὲ καί τις ὑπέρφωτος ἀστραπὴ τῆς ἐκείνου θέας καὶ τὸ πρόσωπον κατέλαμπεν ὑπὲρ τὸ Μωσέως. Εἴπου τοίνυν συμβαίη τῶν ἑτεροδόξων τινὰς αὐτῷ καθ᾿ ὁδὸν συνελθεῖν μόνον, εἰ τῆς ἐκείνου ἀπολαύσειαν γλώσσης, εὐθὺς ἀπίεσαν, τὴν ἐκ παίδων συναυξηθεῖσαν αὐτοῖς αἵρεσιν ἀποβαλόντες, τὸν ὀρθὸν τῆς ἀληθείας λόγον ἐνστερνισάμενοι.
Ὁ μέν, οὕτω διαβιώσας καὶ λαμπρῶς κατά γε τὸν τῆς ἀρετῆς λόγον πολιτευσάμενος, καὶ οἷόν τι μύρον χαρίεν ὡς ἀληθῶς, καὶ προσαγωγὸν ἐν μέσῳ τῆς Μυρέων τοῖς ἄνθεσι τῶν θείων χαρίτων μυρίσας, βαθύτατά τε γηράσας, καὶ πλήρης ἡμερῶν, τῶν τε θείων καὶ τῶν λυομένων γενόμενος, ἐπεὶ καὶ ἄνθρωπον ὄντα τοῦτον ἔδει τῷ καιρῷ νόμῳ λειτουργῆσαι τῆς φύσεως, νόσῳ περιπίπτει βραχείᾳ. Ἡ δὲ αὐτῷ εἰς εὐχαριστίας τὰς πρὸς τὸν Θεόν, καὶ ὕμνους ἐξοδίους τε καὶ προπεμπτηρίους ἀνήλωτο, καὶ τῇ τῆς ἐκδημίας ἐλπίδι χαριέστατα διετίθει τοῦτον· ὅπερ γὰρ τοῖς ἄλλοις τὸ τῇ σαρκὶ παραμένειν, τοῦτο ἐκείνῳ τὸ διαζευχθῆναι τοῦ σώματος. Ἀλλ᾿ ὁ μὲν οὕτω τὸν ἐπίκηρον τουτονὶ καὶ βραχὺν καταλείπει βίον, διαβαίνει τε πρὸς τὴν μακρὰν ἐκείνην καὶ μακαρίαν ζωήν, λαμπρότησιν Ἀγγέλων συνών, καὶ συναγαλλόμενος, καὶ τὸ τῆς Τριάδος φέγγος ὁρῶν τρανότερόν τε καὶ καθαρώτερον. Τὸ δὲ τούτου σῶμα τὸ τίμιον, χερσὶν ὁσίαις Ἐπισκόπων καὶ τοῦ Κλήρου παντὸς λαμπροφορίᾳ τιμώμενον, τῷ ἐν Μύροις ἐναπετέθη Ναῷ, μύρον καὶ εἰς τόδε χρόνου προχέον, νόσων ψυχικῶν τε καὶ σωματικῶν ἴαμα.
Τῶν γοῦν ἁπανταχόθεν γῆς ἐκεῖ συῤῥεόντων, ἀφθόνου μεταλαμβανόντων τῆς χάριτος, πόῤῥω τινὰς τῆς Λυκίων διῳκισμένους καὶ πολλῶν ἐπέχοντας ἡμερῶν ὁδόν, πόθος λαμβάνει θερμός, τὸ τοῦ Ἁγίου μνῆμα καταλαβεῖν, ἀρύσασθαί τε τοῦ μύρου, καὶ μεταλαβεῖν τοῦ ἁγιασμοῦ. Καὶ δὴ τὰ ἱστία ἐνθέμενοι τῇ νηί, πρὸς τὴν Λυκίαν πλεῖν ἔμελλον. Πονηρὸν δὲ δαιμόνιον, ὃ τὸν βωμὸν πάλαι τῆς Ἀρτέμιδος κατοικοῦν ἦν, ὃ ὁ πολὺς Νικόλαος ἐκεῖθεν μετὰ τῶν ἄλλων ἀπήλασεν, εἰς ἔδαφος τὸν βωμὸν κατασείσας, καὶ τὸν πλοῦν ἐκεῖνον αἰσθόμενον, καὶ τοῦτο μὲν μνησικακοῦν τῷ Ἁγίῳ, τῆς τε τοῦ νεὼ καταστροφῆς, καὶ τῆς οἰκείας ἐκεῖθεν ὑπερορίας καὶ ὅση δύναμις ἀμύνασθαι σπουδάζον· τοῦτο δὲ καὶ τοῦ ἁγιασμοῦ τοὺς ἄνδρας ἀποστερῆσαι βουλόμενον καὶ βλάψαι τὸν πόθον, γυναῖκα ὑποκρινόμενον, ἄγγος τι πλῆρες ἐλαίου βαστάζειν ἐδόκει· καὶ τοῦτο προθυμεῖσθαι μὲν ἀποφέρειν, ἔλεγε, πρὸς τὸν τοῦ Ἁγίου τάφον, δεδοικέναι δὲ τὸ πολὺ τοῦ πλοῦ καὶ τρέμειν· ἀδύνατον γάρ, φησί, γυναικί, πρὸς τοσοῦτον ἀποθαρσῆσαι πέλαγος. Δέομαι τοιγαροῦν ὑμῶν, τὸ ἄγγος ἐκεῖνο λαβόντας, κομῖσαι παρὰ τὸν τάφον καὶ βαλεῖν τῷ τοῦ Ἁγίου λύχνῳ τὸ ἔλαιον. Τοιαῦτα τὸ βδελυρὸν δαιμόνιον ἔλεγέ τε καὶ ἠξίου, τὸ ἄγγος ἐκεῖνο ταῖς χερσὶ πιστεῦον τῶν φιλοθέων. Τὸ δὲ ἄρα, πονηρά τις ὑπῆρχεν ἐνέργεια, καὶ ὅλως ἀξία τοῦ δεδωκότος.
Πείθει τοίνυν πολλὰ ἱκετεῦσαν. Καὶ λαβόντες αὐτό, ἐπειδὴ ὁ τῆς πρώτης ἡμέρας πλοῦς αὐτοῖς ἤνυστο, σὸν ἔργον, ὦ πιστὲ τοῦ Θεοῦ θεράπον καὶ δεξιὲ τοῖς κινδυνεύουσι παραστάτα, καὶ τοῦτο δὴ τὸ παραδόξως γενόμενον! νύκτωρ γάρ τινι τούτων ἐπιφανείς, ῥίπτειν κατὰ τοῦ βυθοῦ τὸ ἄγγος κελεύει. Οἱ δέ, αὐτίκα ὄρθρου διαναστάντες, οὕτως ἐποίουν· καὶ ἀκοντίζουσιν αὐτὸ κατὰ τοῦ πελάγους· καὶ εὐθὺς φλόξ τε μετέωρος πρὸς τὸν ἀέρα ᾔρετο καὶ καπνοὶ ἐκεῖθεν καὶ ὀδμαὶ δυσώδεις ἐπέμποντο· τό τε ὕδωρ διέσχε καὶ κάτωθεν ἀνακαχλάσαν, βρασμώδεις ψόφους ἐποίει, καὶ σπινθῆρες αἱ σταγόνες ἦσαν· ἥ τε ναῦς, κλύδωνι τοσούτῳ ἀποληφθεῖσα, κατεδύετο ἤδη· καὶ οἱ ἄνδρες, τῷ παραλόγῳ τοῦ κινδύνου καταπλαγέντες, ἀπεγνωκότες, ἄγριον εἰς ἀλλήλους ἑώρων, καὶ ὅλως ἐν ἀμηχανίᾳ ἦσαν. Ἀλλ᾿ ὁ πόῤῥωθεν τῆς αὐτῶν σωτηρίας προνοῶν καὶ τὸ ἄγγος ἀφεῖναι κατὰ τοῦ βυθοῦ κελεύσας, οὗτος αὐτοῖς κἀνταῦθα ἐπιφανείς, τοῦ χαλεπωτάτου κλύδωνος ῥᾷστα καὶ τοῦ κινδύνου ἐξείλετο. Ὁμοῦ τε γὰρ ἡ ναῦς βραχὺ τοῦ τόπου μετέβη καὶ τοῦ δέους οἱ ἄνδρες ἀφέθησαν καὶ αὔρα τις περιέπνευσε τούτοις, ἡδεῖά τε καὶ εὐώδης, καὶ ἥσθησαν τῇ ὀδμῇ, καὶ τὰς ψυχὰς ὡς ἥδιστα διετέθησαν.
Ταῦτά σοι πρὸς Θεοῦ τὰ γέρα, Νικόλαε· αὗται τῶν πόνων αἱ ἀμοιβαί· ταῦτα τῶν ἀσκητικῶν ἀγώνων τὰ ἔπαθλα, τὰ κατὰ τὸν παρόντα, φημί, βίον· τὰ γὰρ τοῦ μέλλοντος ἐκεῖνα πάντως εἰσὶ τὰ μήτε ὀφθλαμῷ θεατά, μήτε ὠσὶν ἀκουστά, μήτε καρδίᾳ ληπτὰ γενόμενα, ἃ ἑτοιμάσαι τὸν Θεὸν δεδιδάγμεθα τοῖς ἀγαπῶσιν αὐτόν. Ἐγὼ δέ σε οὐδὲν ὀκνήσω καὶ λαμπρὸν Μάρτυρα καλέσαι καὶ στεφανίτην ἀναίμακτον, (ὅσα γε ἀναφέρειν εἰς προαίρεσιν ἐπιστάμεθα), εὐχῇ μόνῃ τὸ δυσσεβὲς κράτος καταβαλόντα καὶ καλῶς τῆς ὑπερορίας ἀνακληθέντα καὶ μετὰ λαμπρῶν τῶν τροπαίων ἐπανελθόντα χριστιανοῖς, καὶ τὴν προτέραν τιμὴν τῇ δευτέρᾳ διαδεξάμενον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ᾿ οὗ τῷ Πατρί, ἅμα τῷ Ἁγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Το αλίευσα ΕΔΩ