Ο Απόστολος της Κυριακής( Εβρ. ια΄33- ιβ΄2) -ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ
| 33. | οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας,  εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον  ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, | 
         | 34. | ἔσβεσαν  δύναμιν πυρός, ἔφυγον στόματα  μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας,  ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ,  παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· | 
         | 35. | ἔλαβον  γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς  αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ  προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα  Κρείττονος ἀναστάσεως τύχωσιν· | 
         | 36. | ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν  ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· | 
         | 37. | ἐλιθάσθησαν,  ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν  φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν  μηλωταῖς, ἐν αἰγείοις δέρμασιν,  ὑστερούμενοι, θλιβόμενοι,  κακουχούμενοι, | 
         | 38. | ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις  πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. | 
         | 39. | Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς  πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, | 
         | 40. | τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι  προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. | 
| 1. | Τοιγαροῦν  καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες  περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον  ἀποθέμενοι πάντα καὶ τὴν  εὐπερίστατον ἁμαρτίαν, δι΄ ὑπομονῆς τρέχωμεν  τὸν προκείμενον ἡμῖν ἀγῶνα, | 
         | 2. | ἀφορῶντες  εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ  τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς  προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν,  αἰσχύνης καταφρονήσας, ἐν  δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. | 
Το Ευαγγέλιο της Κυριακής  (Ματθ. ι΄32-33, 37-38, ιθ΄27-30 ) -ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ
| 32. | Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν  τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν  οὐρανοῖς | 
         | 33. | ὅστις δ΄ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν  ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. | 
| 37. | Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι  μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· | 
         | 38. | καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ  ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. | 
| 27. | Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὐ  ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; | 
         | 28. | ὁ  δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν  ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές  μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς  τοῦ ἀνθρώπου ἐπὶ θρόνου  δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα  θρόνους κρίνοντες τὰς  δώδεκα φυλὰς τοῦ Ἰσραήλ. | 
         | 29. | καὶ  πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ  ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ  τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός  μου, ἑκατονταπλασίονα λήψεται καὶ  ζωὴν αἰώνιον κληρονομήσει. | 
         | 30. | Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ  ἔσχατοι πρῶτοι. |