| 1. | Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς  τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. | 
         | 2. | Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. | 
         | 3. | πάντα δι΄ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ  ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. | 
         | 4. | ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν  ἀνθρώπων. | 
         | 5. | καὶ τὸ φῶς ἐν τῇ σκοτία φαίνει, καὶ ἡ  σκοτία αὐτὸ οὐ κατέλαβεν. | 
         | 6. | Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ,  ὄνομα αὐτῷ Ἰωάννης· | 
         | 7. | οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ  περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι΄ αὐτοῦ. | 
         | 8. | οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ΄ ἵνα μαρτυρήσῃ  περὶ τοῦ φωτός. | 
         | 9. | Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα  ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. | 
         | 10. | ἐν τῷ κόσμω ἦν, καὶ ὁ κόσμος δι΄ αὐτοῦ  ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. | 
         | 11. | εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ  παρέλαβον. | 
         | 12. | ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς  ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, | 
         | 13. | οἳ οὐκ ἐξ αἱμάτων. οὐδὲ ἐκ θελήματος  σαρκός οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ΄ ἐκ Θεοῦ ἐγεννήθησαν. | 
         | 14. | Καὶ   ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν  ἡμῖν. καὶ ἐθεασάμεθα τὸν δόξαν   αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός,  πλήρης χάριτος καὶ ἀληθείας. | 
         | 15. | Ἰωάννης   μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγε  λέγων· οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου   ἐρχόμενος ἔμπροσθέν  μου γέγονεν,  ὅτι πρῶτός μου ἦν. | 
         | 16. | Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες  ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· | 
         | 17. | ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ  ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. |