Σάββατο 9 Νοεμβρίου 2013

Το Ευαγγέλιο και ο Απόστολος της Κυριακής (Η΄ ΛΟΥΚΑ) 10-11-2013



Το Ευαγγέλιο της Κυριακής ( Λουκ. ι΄ 25-37)
 
25.Και ιδού νομικός τις ανέστη εκπειράζων αυτόν και λέγων· διδάσκαλε, τι ποιήσας ζωήν αιώνιον κληρονομήσω;
26.ο δε είπε προς αυτόν· εν τω νόμω τι γέγραπται; πως αναγινώσκεις;
27.ο δε αποκριθείς είπεν· αγαπήσεις Κύριον τον Θεόν σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου και εξ όλης της ισχύος σου και εξ όλης της διανοίας σου, και τον πλησίον σου ως εαυτόν.
28.είπε δε αυτώ· ορθώς απεκρίθης· τούτο ποίει και ζήση.
29.ο δε θέλων δικαιούν εαυτόν είπε προς τον Ιησούν· και τις εστί μου πλησίον;
30.υπολαβών δε ο Ιησούς είπεν· άνθρωπος τις κατέβαινεν από Ιερουσαλήμ εις Ιεριχώ, και λησταίς περιέπεσεν· οι και εκδύσαντες αυτόν και πληγάς επιθέντες απήλθον αφέντες ημιθανή τυγχάνοντα.
31.κατά συγκυρίαν δε ιερεύς τις κατέβαινεν εν τη οδώ εκείνη, και ιδών αυτόν αντιπαρήλθεν.
32.ομοίως δε και Λευΐτης γενόμενος κατά τον τόπον, ελθών και ιδών αντιπαρήλθε.
33.Σαμαρείτης δε τις οδεύων ήλθε κατ΄ αυτόν, και ιδών αυτόν εσπλαγχνίσθη,
34.και προσελθών κατέδησε τα τραύματα αυτού επιχέων έλαιον και οίνον, επιβιβάσας δε αυτόν επί το ίδιον κτήνος ήγαγεν αυτόν εις πανδοχείον και επεμελήθη αυτού·
35.και επί την αύριον εξελθών, εκβαλών δύο δηνάρια έδωκε τω πανδοχεί και είπεν αυτώ· επιμελήθητι αυτού, και ό,τι αν προσδαπανήσης, εγώ εν τω επανέρχεσθαί με αποδώσω σοι
36.τις ουν τούτων των τριών πλησίον δοκεί σοι γεγονέναι του εμπεσόντος εις τους ληστάς;
37.ο δε είπεν· ο ποιήσας το έλεος μετ΄ αυτού. είπεν ουν αυτώ ο Ιησούς· πορεύου και συ ποίει ομοίως.



Ο Απόστολος της Κυριακής (Γαλ. α΄11-19)
 
 11 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον·
 12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως ᾿Ιησοῦ Χριστοῦ.
 13 ᾿Ηκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ ᾿Ιουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν,
 14 καὶ προέκοπτον ἐν τῷ ᾿Ιουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
 15 ῞Οτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ
 16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι,
 17 οὐδὲ ἀνῆλθον εἰς ῾Ιεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς ᾿Αραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
 18 ῎Επειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς ῾Ιεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε·
 19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ ᾿Ιάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
Related Posts Plugin for WordPress, Blogger...

Οι αναρτήσεις στο ¨Παζλ Ενημέρωσης¨

Παζλ Ενημέρωσης