Εμφάνιση αναρτήσεων με ετικέτα Άγιος Νικόλαος (Μύρων). Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Άγιος Νικόλαος (Μύρων). Εμφάνιση όλων των αναρτήσεων
Τρίτη 6 Δεκεμβρίου 2016
Δευτέρα 6 Δεκεμβρίου 2010
Βίος τοῦ ὁσίου Πατρὸς ἡμῶν Νικολάου, Ἐπισκόπου Μύρων τῆς Λυκίας.
Σοφόν τι χρῆμα ζωγράφων χείρ, καὶ δεινὴ μὲν μιμήσασθαι τὴν ἀλήθειαν, δεινὴ δὲ τῶν πραγμάτων ἐναργῆ παραστῆσαι τὰ σύμβολα. Σοφώτερον δὲ ἄρα λόγος, καὶ πολλῷ γραφικῆς ἐναργέστερον δεῖξαί σε ὃ βούλεται καὶ ὑπ᾿ ὀφθαλμοὺς προθεῖναι τὸ πρᾶγμα, ὅσῳ καὶ πλέον διερεθίζειν οἶδε πρὸς μίμησιν καὶ ζήλου τι κέντρον ταῖς ψυχαῖς ἐνιέναι καὶ πρὸς τὰ ἴσα διανιστᾶν. Αὐτίκα γοῦν ὁ τὸν κατὰ Θεὸν πολιτευσάμενος βίον, τῷ λόγῳ διατυπούμενος, πολλοὺς ἂν ἐφελκύσηται καὶ παρακαλέσῃ πρὸς ἀρετὴν καὶ ὅλως πρὸς τὸν ὅμοιον διαθερμανεῖ ζῆλον, ὥσπερ δὴ καὶ ὁ τοῦ θείου Πατρὸς Νικολάου, καὶ τούτῳ γε μᾶλλον εἴπερ τινός, ὅσῳ καὶ ἀκοὴν πλέον ἡδύνει καὶ ψυχὴν εὐφραίνει καὶ πρὸς τὴν τῶν καλῶν ἐργασίαν διανιστᾷ. Τὰ τούτου τοίνυν καὶ διηγητέον ἡμῖν καὶ περιληπτέον τῷ λόγῳ εἰς δύναμιν, καὶ πάλαι μὲν ὄντα γνώριμα τοῖς πολλοῖς καὶ οὐδεμιᾶς δεόμενα ἱστορίας· πλὴν ἀλλ᾿ ὅσον ἀναλαβεῖν αὐτὰ καὶ εἰς μνήμην εἰσενεγκεῖν καὶ τὰς τῶν φιλαρέτων ἡδῦναι ψυχάς.
Τῷ μεγάλῳ τοιγαροῦν καὶ θαυμασίῳ τούτῳ Πατρί, Πάταρα μὲν ἡ πατρίς, πόλις Λυκίας καὶ τῶν ἐπιφανῶν πρότερον. Πατέρες δέ, τὰ μὲν εἰς γένος, τῶν εὖ γεγονότων· οὐσίαν δὲ αὐτάρκη, καὶ ὅση μὴ περιττή, κεκτημένοι, ἄγευστοι κοσμικῆς δόξης καὶ φαντασίας γενόμενοι καὶ τῷ παιδὶ καλὸς τύπος πρὸς ἀκτησίαν ἐσόμενοι, περὶ μόνον σχολάζοντες τὸ ἀγαθὸν καὶ τοῦτο ἐκ παντὸς τρόπου μεταδιώκοντες. Οὗτοι παρὰ τὰς διεξόδους τῶν ὑδάτων τῆς εὐσεβείας πεφυτευμένοι, ὁμοῦ τε καρπὸν ἐν καιρῷ διδοῦσι τὸν θεῖον Νικόλαον, καὶ ὁμοῦ πεδεῖται τὰς ὠδῖνας ἡ μήτηρ, ἄγονος ἐξ ἐκείνου καὶ ἄτεκνος τὸ λοιπὸν μείνασα, οἱονεὶ τῆς φύσεως διομολογούσης, τὸ μὴ δύνασθαι τοιοῦτον ἄλλον προσενεγκεῖν. Ἀλλὰ τοῦτον δὴ πρῶτον ἅμα καὶ τελευταῖον ἡ μήτηρ τὸν εὐγενῆ κλάδον εἰς φῶς ἀγαγοῦσα, πολυειδῆ ὅμως μετὰ τοῦ συζύγου τῷ πνεύματι δέδωκε τὸν καρπόν, τὸν τῶν ἀρετῶν σωρόν, τὴν τῶν ἀγαθῶν θάλασσαν, τὴν καλὴν ὄντως εὐπαιδείαν πλουτήσαντες, τὸν θαυμαστὸν τοῦτον, φημί, Νικόλαον.
Labels:
Άγιος Νικόλαος (Μύρων)
Εγγραφή σε:
Αναρτήσεις (Atom)