|
« Τὴ Αγία καὶ Μεγάλη Τρίτη, τῆς τῶν δέκα Παρθένων παραβολῆς, τῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου, μνείαν ποιούμεθα» |
τῆς τῶν δέκα Παρθένων παραβολῆς,
τῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου,
μνείαν ποιούμεθα»
Κατά την Αγία και Μεγάλη Τρίτη τελούμε την ανάμνηση της παραβολής των Δέκα Παρθένων. Οι θείοι Πατέρες όρισαν την αγία αυτή ημέρα να θυμηθούμε μια από τις πιο παραστατικές και διδακτικές παραβολές του Κυρίου μας.
Η συνοδοιπορία με το Χριστό μας προς το Θείο Πάθος δεν θα πρέπει να είναι τυπική και απλά συναισθηματική, αλλά να είναι ολοκληρωτική συμμετοχή στην εν Χριστώ πορεία και να συνοδεύεται από οντολογική αλλαγή του είναι μας. Η ενθύμηση της παραβολής των δέκα παρθένων είναι μια άριστη πνευματική άσκηση για να μην διαφεύγει από τη σκέψη μας η επερχόμενη μεγάλη, επιφανής και συνάμα φοβερή ημέρα της Δευτέρας Παρουσίας του Κυρίου μας.
Οι παρθένες είναι οι ψυχές μας και η προμήθεια λαδιού για το λυχνάρι είναι ο επίγειος συνεχής αγώνας για να κάνουμε το θέλημα του Θεού, να κάνουμε έργα ευποιίας, να παραμερίζουμε από την ύπαρξή μας συνεχώς όλα εκείνα τα στοιχεία που είναι παρείσακτα στη φύση μας και αντιστρατεύονται την πνευματική μας πρόοδο και τελείωση. Το λυχνάρι είναι η παρρησία μας μπροστά στο Θεό.
Οι φρόνιμες παρθένες συμβολίζουν τις αγαθής προαίρεσης ψυχές, οι οποίες ζουν αδιάκοπα την λαχτάρα της ένωσής τους με το Νυμφίο της Εκκλησίας, τον σωτήρα Χριστό. Γι’ αυτό αγωνίζονται αέναα να αποκτούν αρετές και πνευματική προκοπή και να περιθωριοποιούν όλα εκείνα τα στοιχεία, τα οποία αντιστρατεύονται την ένωσή τους με το Θεό. Οι μωρές παρθένες συμβολίζουν τις ράθυμες, αδιάφορες και εν πολλοίς εχθρικά προς το Χριστό διατελούσες ψυχές. Είναι εκείνες οι ψυχές οι οποίες απορροφημένες από την υλιστική ευδαιμονία, αδιαφορούν για την πνευματική πρόοδο και την εν Χριστώ σωτηρία.
Η Εκκλησία μας καλεί να είμαστε έτοιμοι για να υποδεχθούμε , τον ουράνιο Νυμφίο, τον Κύριο Ιησού, ο Οποίος θα έρθει αιφνιδίως, είτε ειδικώς κατά την στιγμή του θανάτου μας, είτε γενικώς κατά την Δευτέρα Παρουσία.
Επίσης μας καλεί, φέρνοντας ενώπιόν μας την παραβολή των ταλάντων να καλλιεργήσουμε και να αυξήσουμε τα χαρίσματα που μας έδωσε ο Κύριος.
«Τὴν ὥραν ψυχή, τοῦ τέλους ἐννοήσασα, καὶ τὴν ἐκκοπήν, τῆς συκῆς δειλιάσασα, τὸ δοθὲν σοὶ τάλαντον, φιλοπόνως ἔργασαι ταλαίπωρε, γρηγοροῦσα καὶ κράζουσα. Μὴ μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ».
«Να σκέπτεσαι, ψυχή μου, την ώρα του τέλους σου και να αισθάνεσαι φόβο (καθώς θα θυμάσαι) το πάθημα της συκιάς που (ξεράθηκε και) κόπηκε. Έτσι, ταλαίπωρη ψυχή μου, να εργάζεσαι με επιμέλεια, για να αξιοποιήσεις τα χαρίσματα που σου έδωσε ο Θεός. Κι αυτό, μένοντας άγρυπνος και φωνάζοντας, προσοχή μη τυχόν και μείνουμε έξω από το νυμφώνα του Χριστού (από τη Βασιλεία Του)».
«Τὶ ῥαθυμεῖς ἀθλία ψυχή μου; τὶ φαντάζη ἀκαίρως μερίμνας ἀφελεῖς; τὶ ἀσχολεὶς πρὸς τὰ ῥέοντα; ἐσχάτη ὥρα ἐστὶν ἀπάρτι, καὶ χωρίζεσθαι μέλλομεν τῶν ἐνταῦθα, ἕως καιρὸν κεκτημένη, ἀνάνηψον κράζουσα. Ἡμάρτηκά σοὶ Σωτήρ μου, μὴ ἐκκόψης με, ὥσπερ τὴν ἄκαρπον συκήν, ἀλλ' ὡς εὔσπλαγχνος Χριστέ, κατοικτείρησον, φόβω κραυγάζουσαν. Μὴ μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ».
«Γιατί αδιαφορείς, άθλια ψυχή μου; Γιατί φέρνεις στη φαντασία σου άκαιρα σ’ ανόητες φροντίδες; Γιατί καταγίνεσαι με πράγματα παροδικά; Φτάνει η τελευταία ώρα και πρόκειται να χωριστούμε από τα γήινα. Όσο ακόμα έχεις καιρό, σύνελθε και φώναξε: Έχω αμαρτήσει. Σωτήρα μου, σ’ Εσένα. Μη με κόψεις από την ρίζα σαν την άκαρπη συκιά, αλλά ως σπλαχνικός που είσαι, Χριστέ, λυπήσου με, τώρα που με φόβο κραυγάζω: Προσοχή μη τυχόν και μείνουμε έξω από το νυμφώνα του Χριστού (από τη Βασιλεία Του)».
«15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου· 17 εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ· 18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· Τί με πειράζετε, ὑποκριταί; 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21 λέγουσιν αὐτῷ· Καίσαρος· τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. 22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. 23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· Διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 ἦσαν δὲ παρ' ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. 28 ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν. 29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ' ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι. 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος, 32 ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό, 35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικὸς, πειράζων αὐτόν καὶ λέγων· 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· 38 αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. 39 δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. 41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42 λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· Τοῦ Δαυῒδ. 43 λέγει αὐτοῖς· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον καλεῖ αὐτὸν λέγων, 44 εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 45 εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; 46 καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ' ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
1 Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ 2 λέγων· Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. 3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσι γὰρ, καὶ οὐ ποιοῦσι. 4 δεσμεύουσιν γὰρ φορτία βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά. 5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἰματίων αὐτῶν, 6 φιλοῦσι δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς 7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ῥαββὶ ῥαββί. 8 ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββί· εἷς γάρ ὑμῶν ἐστιν ὁ διδάσκαλος, ὁ Χριστός· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. 9 καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. 10 μηδὲ κληθῆτε καθηγηταί· εἷς γάρ ὑμῶν ἐστιν ὁ καθηγητὴς, ὁ Χριστός. 11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. 12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. 13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα. 14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. 15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. 16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ, οἱ λέγοντες· ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δ' ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει. 17 μωροὶ καὶ τυφλοί! τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν; 18 καί· ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δ' ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει. 19 μωροὶ καὶ τυφλοί! τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· 21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν· 22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ. 23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι. 24 ὁδηγοὶ τυφλοί, οἱ διυλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες! 25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας. 26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν. 27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. 28 οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ μεστοὶ ἐστε ὑποκρίσεως καὶ ἀνομίας. 29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30 καὶ λέγετε· εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. 31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33 ὄφεις, γεννήματα ἐχιδνῶν! πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν, 35 ὅπως ἔλθῃ ἐφ' ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην. 37 Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτέννουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν! ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 38 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. 39 λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ' ἄρτι ἕως ἂν εἴπητε, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου».
καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα,
ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα.
Βλέπε οὖν ψυχή μου, μὴ τῶ ὕπνω κατενεχθής,
ἵνα μῄ τῶ θανάτω παραδοθής,
καὶ τῆς βασιλείας ἔξω κλεισθής,
ἀλλὰ ἀνάνηψον κράζουσα.
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός,
διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς».
Μετάφρασις «Ο Χριστός, ο Νυμφίος (της Εκκλησίας)
να, έρχεται ξαφνικά μέσα στην νύχτα.
Μακάριος αυτός που αγρυπνεί και τον περιμένει.
Αντίθετα, είναι ανάξιος εκείνος
που θα τον εύρει ράθυμο και αμελή.
Πρόσεχε, λοιπόν, ψυχή μου,
μη τυχόν και καταληφθείς από τον (πνευματικό) ύπνο,
για να μην παραδοθείς στον πνευματικό θάνατο,
Κι έτσι κλειστείς έξω από την (ουράνια) βασιλεία.
αλλά φρόντισε να συνέλθεις και φώναξε δυνατά:
Άγιος, άγιος, άγιος είσαι Εσύ ο Θεός μας.
δια της Θεοτόκου ελέησέ μας»
xfe.grΤο αλίευσα ΕΔΩ http://www.xfe.gr/modules.php?name=News&file=article&sid=315