ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΗ´ 35 – 43
ΕΡΜΗΝΕΥΤΙΚΗ ΑΠΟΔΟΣΗ Π.ΤΡΕΜΠΕΛΑ
35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.
35 Ὅταν δὲ ἐπλησίαζεν ὁ Κύριος εἰς τὴν Ἱεριχῶ, συνέβη κάποιος τυφλὸς νὰ κάθεται κοντὰ εἰς τὸν δρόμον καὶ νὰ ζητιανεύῃ.
36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα.
36 Ὅταν δὲ ἤκουσε τὸν θόρυβον τοῦ λαοῦ ποὺ ἐπερνοῦσεν, ἠρώτησε, σὰν τί νὰ ἦσαν αὐτά, ποὺ ἤκουε.
37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
37 Τοῦ ἀνήγγειλαν δέ, ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος ἐπέρνα ἀπ’ ἐκεῖ.
38 καὶ ἐβόησε λέγων· Ἰησοῦ, υἱὲ Δαυῒδ, ἐλέησόν με.
38 Καὶ τότε αὐτὸς ἔβαλε φωνὴν δυνατὴν καὶ ἔλεγεν· Ἰησοῦ, ἀπόγονε ἔνδοξε τοῦ Δαβίδ, τὸν ὁποῖον προανήγγειλαν καὶ προεκήρυξαν οἱ προφῆται, ἐλέησέ με.
39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυῒδ, ἐλέησόν με.
39 Καὶ αὐτοί, ποὺ ἐπροπορεύοντο, τὸν ἐπέπληττον καὶ τὸν ἀνάγκαζον νὰ σιωπήσῃ νομίζοντες, ὅτι μὲ τὰς φωνάς του θὰ ἠνωχλεῖτο ὁ Ἰησοῦς. Αὐτὸς ὅμως πολὺ περισσότερον ἐφώναζεν· Ἀπόγονε τοῦ Δαβίδ, ἐλέησέ με.
40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν
40 Διέκοψε δὲ τὴν πορείαν του ὁ Ἰησοῦς καὶ διέταξε νὰ τὸν φέρουν πλησίον του. Ὅταν δὲ αὐτὸς ἐπλησίασε, τὸν ἠρώτησεν ὁ Κύριος
41 λέγων· Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω.
41 καὶ τοῦ εἶπε· Τί θέλεις νὰ σοῦ κάμω; Ὁ δὲ τυφλὸς εἶπε· Κύριε, θέλω νὰ ἀποκτήσω πάλιν τὸ φῶς μου καὶ νὰ ξαναΐδω.
42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε.
42 Καὶ ὁ Ἰησοῦς τοῦ εἶπεν: Ἀνάβλεψον· ἡ πίστις ποὺ ἔχεις, ὅτι εἶμαι ὁ ἀπόγονος τοῦ Δαβὶδ καὶ ὅτι ἔχω τὴν δύναμιν νὰ σοῦ δώσω τὴν ὑγείαν τῶν ματιῶν σου, σὲ ἔσωσεν ἀπὸ τὴν ἀθεράπευτον τύφλωσίν σου.
43 καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
43 Καὶ τὴν ἴδια στιγμὴ ἀπέκτησε πάλιν τὸ φῶς του καὶ ἠκολούθει τὸν Ἰησοῦν δοξάζων τὸν Θεόν, ποὺ τὸν ἐθεράπευσε διὰ μέσου τοῦ Ἰησοῦ. Καὶ ὅλον τὸ πλῆθος τοῦ λαοῦ, ὅταν εἶδε τὸ θαῦμα, ἐδοξολόγησε καὶ ἀνύμνησε τὸν Θεόν.